[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος [Ἀ]τεισίδα, μηνὸς Ποιτροπίου, ἀπέδοτο Νικασὼ Νί- |
| κωνος τῶι Ἀπόλλ[ωνι] τῶι Πυθίωι σῶμα γυναικεῖον οἰκο[γενῆ] | |
| ἇι ὄνομα Λαμία, τιμᾶς ἀργυρίου μνᾶν πέντε, [καὶ τὰν] | |
| τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί[στευσε] Λαμία τῶι θεῶι | |
| 5 | τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- |
| των τὸν πάντα χρόνον, ποιοῦσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ | |
| τοὺς νόμους τᾶς πόλιος· Κλέων Ἤρυος. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ | |
| καταδουλισμῶι Λαμίας, βέβαιον παρεχέτω τὰν ὠνὰν τῶι θεῶι | |
| ἅ τε ἀποδομένα Νικασὼ καὶ ὁ βεβαιωτὴρ Κλέων. εἰ δὲ μὴ παρέ- | |
| 10 | χοιν βέβαιον τὰν ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομένα |
| Νικασὼ καὶ Λεοντὶς καὶ ὁ βεβαιωτὴρ Κλέων, πρά- | |
| κτιμοι ἔστωσαν Λαμίαι ἢ ὧι κα Λαμία θέληι, ἑκατέραι | |
| καὶ ὁ βεβαιωτὴρ ἀργυρίου μνᾶν δέκα, καὶ ὁμοίως | |
| ὁ παρατυχὼν κύριος ἔστω συλέων Λαμίαν ὡς ἐ- | |
| 15 | λευθέραν οὖσαν, καὶ ὁ συλάσας [ἀζά]μιος ἔστω καὶ ἀ- |
| νυπόδικος πάσας δίκας καὶ ζαμί[ας. Π]αραμεινάτω δὲ | |
| Λαμία παρὰ Νικασώ, ἕως κα Νικα[σὼ ζώ]ηι, ποιοῦσα τὸ ἐπι- | |
| τασσόμενον πᾶν. εἰ δὲ μὴ παραμένηι Λαμία παρὰ Νι- | |
| κασώ, κυρία ἔστω Νικασὼ καί ἄλλος ὅν κα Νικασὼ | |
| 20 | θέληι Λαμίαν μαστιγοῦσα καὶ διδεῖσα καὶ ἄλλο ὅ κα θέ- |
| ληι ποιοῦσα. μάρτυροι· Ἀρίστων Δ[α]μοφάνεος, Νικάτας, | |
| Σωσίπατρος, Ἡρακλείδας, Εὐκλείδας Καλλείδα, καὶ ὁ ἄρχων | |
| Καλλίκων Εὐκράτεος. |