[ ] Phokis — Delphi — 174 BC
1 ἄρχοντος Ἀρχελάου μηνὸς
Θευξενίου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Ξενοφάνεια Κλεοδά-
μου, συνεπαινέοντος καὶ
5 τοῦ υἱοῦ Κλεοδάμου, σῶμα
γυναικεῖον ἇι ὄνομα Κλύτα,
τιμᾶς ἀργυρίου μνᾶν ἕξ, κα-
θὼς ἐπίστευσε Κλύτα
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
10 τε ἐλευθέρα εἶμεν καὶ ἀνέ-
φαπτος τὸμ πάντα βίον,
ποιέουσα ὅ κα θέληι. βεβαι-
ωτὴρ κατὰ τὸν νόμον τᾶς
πόλιος· Εὐκράτης Καλλί-
15 [κ]ωνος. μάρτυρες· ὁ ἱερεὺς
τοῦ Ἀπόλλωνος Ἀμύντας
καὶ τοὶ ἄρχοντες Ταραν-
τῖνος, Καλλίας, Ἀρχέλα-
ος, ἰδιῶται Ἄθαμβος
20 Ἀθανίωνος, Εὐκράτης
Καλλίκωνος, Γλα[ῦ]κος
Ἡρακ[λ]είδα.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants