[ ]
Phokis — Delphi — 186/85 BC
| 1 | ἄρχοντος Νικοβούλου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέ- |
| δοτο Πρόξενος Τιμασίου Φαλικαῖος τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα γυναικεῖον ἇι ὄνομα Βοΐσκα καὶ τὸν υἱὸν αὐτᾶς Λυ- | |
| κίσκον, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καθὼς ἐπίστευσαν Βοΐσ- | |
| 5 | κα καὶ Λυκίσκος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν |
| καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βίον, ποέον- | |
| τας ὅ κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Κλεόδα- | |
| μος Εὐθυμάχου Ἀμφισσεύς. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, | |
| Ἄθαμβος, τῶν δὲ ἀρχόντων Εὐκλείδας, ἰδιῶται Ἀρχέ- | |
| 10 | λαος Πραόχου, Δαμοχάρης, Νικάνωρ Δελφοί, |
| Μνασίλαος, Ἀρίσταρχος Ἀμφισσεῖς. |