[ ]
Phokis — Delphi — 182 BC
| 1 | ἄρχοντος Δαμοσθένεος τοῦ Ἀρχελάου μηνὸς Βουκατίου, ἐπὶ |
| τοῖσδε ἀπέδοτο Γοργία[ς Λ]ακράτεος Μεδεώνιος τῶι Ἀπόλλω- | |
| νι τῶι Πυθίωι σῶμ[α] ἀνδρεῖον ὧι ὄνομα Σωσίας, ἀργυ- | |
| ρίου μνᾶν ἕξ, καθὼς ἐπίστευσε Σωσίας τῶι θεῶι τὰν ὠ- | |
| 5 | νάν, ἐφ’ ὧιτε ἐλεύθερ[ο]ν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάν- |
| {ν}των {²⁶πάντων}²⁶ τὸν πάντα βίο[ν], ποιῶν ὅ κα θέλη. βεβαιωτὴ- | |
| ρ καττὸν νόμον· Ἀρχέ[λ]αος Θηβαγόρα Δελφός. | |
| μάρτυρες· ὁ ἱερεὺς Ἄθανβος καὶ τοὶ ἄρχοντ- | |
| ες Πεισίλαος, Μαντίας, Κλεύδαμος, ἰδιῶται Λυσώ- | |
| 10 | ν, Σωτύλος, Φιλῖνος, Ὀρθαῖος, Ἀρισταίνετος |
| Δελφοί, Μεγακλῆς, Δρωπίνας, Ἀσύλος Ἀμφ- | |
| ισσεῖς, Ξενοκράτ[η]ς Μεδεώνιος. ἁ ὠνὰ π- | |
| αρὰ Ὀρθαῖον Δελφόν, [Μ]εγακλῆ Ἀμφισσῆ. |