[ ] Phokis — Delphi — 194 BC
1 στραταγέοντος Δικαιάρχου Τριχονέος τὸ πρῶτον μηνὸς Ὁμολωΐου ὡς Αἰτωλοὶ ἄγοντι,
ἐν Δελφοῖς δὲ ἄρχοντος Διοδώρου τοῦ Μνασιθέου μηνὸς Βυσίου, ἀπέδοτο Λύκωπος
Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι Κοσσύφα τὸ γένος
οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν <καὶ> ἀνέφαπτον,
5 καθὼς ἐπίστευσε αὐτὰ τῶι θεῶι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀγήσων Στρομβίχου
Ἀμφισσεύς. μάρτυρες ἐπὶ τούτοις· ἱερεῖς Ξένων, Ἄθαμβος, ἄρχων Διων, ἰδιῶται Νίκων,
Ἀριστόδαμος, Ξενόδοκος Ἡράκων Ἀμφισσεῖς, Βούλων, Δαμοχάρης, Λύκων  Δελφοί,
Διονύσιος Πλυγονεύς.
Search Help
Contact Us