[ ]
Phokis — Delphi — 194 BC
| 1 | στραταγέοντος Δικαιάρχου Τριχονέος τὸ πρῶτον μηνὸς Ὁμολωΐου ὡς Αἰτωλοὶ ἄγοντι, |
| ἐν Δελφοῖς δὲ ἄρχοντος Διοδώρου τοῦ Μνασιθέου μηνὸς Βυσίου, ἀπέδοτο Λύκωπος | |
| Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι Κοσσύφα τὸ γένος | |
| οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν <καὶ> ἀνέφαπτον, | |
| 5 | καθὼς ἐπίστευσε αὐτὰ τῶι θεῶι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀγήσων Στρομβίχου |
| Ἀμφισσεύς. μάρτυρες ἐπὶ τούτοις· ἱερεῖς Ξένων, Ἄθαμβος, ἄρχων Διων, ἰδιῶται Νίκων, | |
| Ἀριστόδαμος, Ξενόδοκος Ἡράκων Ἀμφισσεῖς, Βούλων, Δαμοχάρης, Λύκων Δελφοί, | |
| Διονύσιος Πλυγονεύς. |