[ ]
Phokis — Delphi — 189 BC
| 1 | ἄρχοντος Καλλικράτεος μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἐχεσθένης Κρινο- |
| λάου Σκαρφεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ζωΐλα οἰκο- | |
| γενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ζωΐλα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
| τε αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸμ πάντα βίον, ποέουσαν ὅ κα θέ- | |
| 5 | ληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Θεύξενος Δρομοκλείδα, Ἀθανίων Ἡρία. |
| μάρτυρες· ὁ ἱερεὺς Ξένων καὶ τοὶ προστάται Δίων, Νικόδαμος καὶ τοὶ | |
| βουλευταὶ Γλαῦκος, Δεξικράτης, Καλλίας, ἰδιῶται Ἀνδρομένης, | |
| Διονύσιος, Δίων, Εὐξίθεος. |