[ ]
Phokis — Delphi — 194 BC
| 1 | στραταγέοντος Δικαιάρχου Τριχονέος τὸ πρῶτον μηνὸς Εὐθυαίου [ὡ]ς Αἰτωλοὶ ἄγοντι, |
| ἐν Δελφοῖς δὲ ἄρχοντος Διοδώρου τοῦ Μνασιθέου μηνὸς Ἀμαλίου, ἀπέ[δ]οτο Καλλικλῆς Δελφὸς | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Παρθενὶς τὸ γένος ἐχ Χαλκίδος, ἀργυρίου | |
| μνᾶν πέντε, καθὼς ἐπίστευσε Παρθενὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέουσαν | |
| 5 | ὅ κα θέληι. βεβαιωτῆρες ἐπὶ τούτοις κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Λύκωπος Ἀμφισσεύς, |
| Μένων Δελφός. μάρτυρες ἐπὶ τούτοις· ἱερεὺς Ἄθαμβος, ἄρχοντες Δίων, Καλλικράτης, ἰδιῶται Ἧρυς, | |
| Κράτων, Ἰατάδας, Βούλων, Λύκων Δελφοί, Ἀγήσων, Εὔχειρος, Ἡράκων Ἀμφισσεῖς, Κρατῖνος Τριτεύς. |