[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Κλύ- |
| τα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀθηναιῒς τὸ γένος Μακέταν, | |
| τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀθηναιῒς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
| ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέουσα ὅ κα θέληι κα[ὶ] | |
| 5 | ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Νικόμαχος Δεξίπ- |
| που. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἀθηναΐδος, βέβαιον παρεχέτω τὰν ὠνὰν τῶι | |
| θεῶι ἅ τε ἀποδομένα Κλύτα καὶ ὁ βεβαιωτὴρ Νικόμαχος· εἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν | |
| ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρα- | |
| τυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀθηναιΐδα ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐ- | |
| 10 | όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Ἀθηναιῒς παρὰ Κλύ- |
| ταν ἄχρι οὗ κα ζώη Κλύτα {ν} ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ | |
| ποιέοι τὸ ποτιτασσόμενον, κυρία ἔστω Κλύτα κολάζουσα τρόπω ὧ κα αὐ- | |
| τὰ θέλη. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρχον- | |
| τες Ἀστόξενος Διονυσίου, Ἀριστίων Ἄγωνος καὶ ἰδιῶται Πολύων | |
| 15 | Τιμοκλέος, Ἰατάδας. |