[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δεξώνδα μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο Κλεόδικο[ς Δωροθέου, συνευδοκεόν]- |
| των καὶ τῶν υἱῶν τῶν Κλεοδίκου Δωροθέου καὶ Γλαυκία, [σῶμα ἀνδρεῖον ὧι ὄνομα Εὔνους] | |
| τὸ γένος Θρᾶικα, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν [τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε] | |
| Εὔνους τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθ[ερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ] | |
| 5 | πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀποτρ[έχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἡρακλεί]- |
| δας Καλλία. εἰ δέ τις ἐφάπτοιτο Εὐνόου ἐπὶ καταδουλισμῶι, βέβαιον [παρεχ]όντω οἵ τε ἀποδό- | |
| μενοι καὶ ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι [τὰν ὠνάν], πράκτιμοι ἐόντων | |
| κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάν[οντες κύ]ριοι ἐόντων συλέ- | |
| οντες ὡς ἐλεύθερον ὄντα καὶ ἀνέφαπτον ἀπὸ πά[ντων ἀζ]άμιοι [ὄν]τες καὶ ἀ- | |
| 10 | νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι [οἱ ἱερεῖς το]ῦ Ἀπόλλωνος Πρα- |
| [ξίας, Ἀν]δρόνικος, [Ἐμμε]νίδας τῶν ἀρχόντων, Μένης, [Πεισί]θεος [Ξέ]νωνος, | |
| [․․․․․․]δας Ἀλ[έξων]ος, Εὐκλείδας, Δάμαρχος. |