[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | [ἄρχοντος] Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Βοαθοίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
| [Εἰρά]να Νικία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖο[ν] ἇι ὄνομα Ὠφε[λίμ]- | |
| α, τ[ι]μ[ᾶ]ς ἀργυρίου μνᾶν [τ]ριῶν, καὶ τὰν τιμὰ[ν ἔ]χει πᾶσαν, καθὼς ἐπίστευ- | |
| σε Ὠφελίμα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέ- | |
| 5 | φαπτον ἀπὸ π[ά]ντων τὸν πάντα βίον. βεβαιωτῆρες κατ[ὰ] |
| [τὸν νόμον Νικί]ας Κάλλωνος, Γενναῖος Ἡράκωνος. πα- | |
| [ραμεινάτω δ]ὲ Ὠφελίμ[α] παρὰ Ε[ἰ]ράναν ἄχρι κα ζώη Εἰράνα | |
| [ποιέουσα τὸ] ποτιτασσόμ[ε]νον πᾶν τὸ δυνατόν· | |
| [εἰ δέ τί κα μ]ὴ ποιήσαι Ὠφελίμα τῶν πο- | |
| 10 | [τιτασσομέ]νων ὑπὸ Εἰράνας καθὼς γέγραπται |
| [δυνατὰ] ἐοῦσα, κυρία ἔστω Εἰράνα κολάζουσα Ὠφελίμαν τρό- | |
| [πωι ὧ]ι κα θέλη καὶ ἄλλος ὑπὲρ Εἰράν<αν> ὅν κα Εἰράνα κελεύη. εἰ δέ | |
| [τί κα π]άθη Εἰράνα, ἐλευθέρα ἔστω Ὠφελίμα κυριεύουσα αὐτο- | |
| [σαυ]τᾶς καὶ ἀποτρέχουσα οἷς κα θέλη καὶ ποιέουσα ὅ κα θέλη, κα- | |
| 15 | [θ]ὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ὠφελί- |
| μας ἐπὶ καταδουλισμῶι τελευτασάσας {ας} Εἰράνας, βέβαιον | |
| παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. | |
| ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
| ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
| 20 | καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖ[ς] τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Ἀμύν- |
| τας καὶ τοὶ ἄρχοντες Ἀλκῖνος, Λαιάδας, ἰδιῶται Ξένων Σωσιξέ- | |
| νου, Κάλλων Σατύρου, Τείσων Κλεάνδρου, Τιμοκλῆς Πολύωνος, | |
| Ἡράκων Παρνασσίου, Πλείστων Πράξωνος. |