[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Φιλοκράτεος μηνὸς Ποιτροπίου, ἀπέδοντο Ἀναξὶς Ἐμμενίδα |
| καὶ Ἐμμενίδας Δεξικράτεος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- | |
| μα Διονύσιος τὸ γένος Θραῖκα, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχον- | |
| τι. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Ἄρχων Καλλία. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλ- | |
| 5 | λωνος Ἀνδρόνικος καὶ τῶν ἀρχόντων Βάκχιος κα[ὶ] Ἀλκῖνος καὶ ἰδιῶται |
| Ἀστόξενος, Φίλαγρος Διοδώρου, Ἄθαμβος Ἀθανίωνος, Σωσύλος Ἀλκία. |