[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
| Ἀστόξενος, Διονυσίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωτή- | |
| ριχος τὸ γένος Θραῖκα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Σωτήρι- | |
| χος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν- | |
| 5 | τα χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέ[λ]η. βεβαιωτὴρ κατὰ τὸν νό- |
| μον τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. εἰ δέ τίς κα ἐφάπτηται Σωτηρίχου ἐπὶ καταδου- | |
| λισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀστόξενος | |
| καὶ ὁ βεβαιωτὴρ Ἀριστίων· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, | |
| πράκτιμο[ι] ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ ο[ἱ] | |
| 10 | παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον |
| ἐόντ%⁸⁰α ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
| καὶ ζαμίας. μάρτυροι· οἱ ἄρχοντες Βάκχι- | |
| ος καὶ Ἀλκίνος καὶ ἰδιῶ- | |
| ται Σωσύλος Ἀλκία, Ξε- | |
| 15 | νόκριτος, Ἀντίφιλος, |
| Πλείστων, Ξένων Ξε- | |
| νοκρίτου, Τιμόκριτος. |