[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος ἐμ μὲν Δελφοῖς Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Δαιδαφορίου, ἐν δὲ Λο- |
| κροῖς ἀγωνοθετέοντος Νικέα τοῦ Δαμαρμένου Οἰανθέος μηνὸς τετάρτου, ἐπὶ τοῖσδε | |
| ἀπέδοτο Καλλικράτεια Δεξικράτεος Τριτίς, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς Δαμοφίλου, | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φιλοκράτης τὸ γένος Ἀπειρώταν, τι- | |
| 5 | μᾶς ἀργυρίου μνᾶν ἕξ, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν- |
| τα βίον, καθὼς ἐπίστευσε Φιλοκράτης τὰν ὠνὰν τῶι θεῶι, ποιέων ὅ κα θέλη. βεβαιωτὴρ | |
| κατὰ τὸ σύμβολον· Εὐάγγελος Πάτρωνος Δελφός, κελεύσαντος Δαμοφίλου. | |
| μάρτυροι· τῶν ἀρχόντων Βάκχιος· Θεύξενος, Ἁγίων, Κλεόδικος, Ἀρτεμίδωρος, | |
| Καλλείδας Εὐκλείδα, Εὐκράτης Καλλίκωνος Δελφοί, Θεοφάνης, Δαμόφιλος | |
| 10 | Τριτεῖς. |