[ ]
Phokis — Delphi — 170/169 BC
1 | ἄρχοντος Λαιάδα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀριστόμα- |
χος καὶ Εὐκλῆς Ἐτυμώνδα Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- | |
μα Θέων καὶ γυναικεῖα αἷς ὀνόματα Εἶρις καὶ Θευδώρα, ἀργυρίου μνᾶν δεκαοκτώ, κα- | |
θὼς ἐπίστευσε Θέων καὶ Εἶρις καὶ Θευδώρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
5 | θεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίον, ποιέοντες ὅ κα θέ- |
λωντι καὶ ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
Κλέων Δίωνος. εἰ δέ τίς κα ἅπτηται Θέωνος ἢ Ἴριος ἢ Θευδώρας, βέβαιον | |
παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Ἀριστόμαχος καὶ Εὐκλῆς | |
καὶ ὁ βεβαιωτὴρ Κλέων Δίωνος· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων | |
10 | κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέ- |
οντες ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας | |
δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Ἧρυς | |
Πεισιθέου, Πράξων Πλείστωνος, Δαμοσθένης Ἀρχέλα. |