[ ]
Phokis — Delphi — 170 BC
| 1 | ἄρχοντος Λαιάδα μηνὸς Δαι[δα]- |
| φορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρ[χ]έ[λαος] | |
| Θηβαγόρα Δελφὸς τῶι Ἀπόλλωνι [τῶι Πυθ]ίωι | |
| σῶμα ἀνδρεῖον ὧι ὄνομα Νέων, τιμᾶς [ἀργ]υρίου | |
| 5 | μνᾶν ἕξ, καὶ σῶμα γυναικεῖον ἇι ὄνομα Σ[ω]σώ, τι- |
| μᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευ- | |
| σαν αὐτοὶ Νέων καὶ Σωσὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
| τε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων | |
| τὸν πάντα βίον, ποιοῦντας ὅ κα θέλωντι καὶ ἀποτρέ- | |
| 10 | χοντας οἷς κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον· |
| Κλέανδρος Τείσωνος Δελφός. εἰ δέ τις καταδουλίζοιτο | |
| Νέωνα ἢ Σωσώ, βέβαιον παρεχόντων ὅ τε ἀποδόμενος Ἀρχέ- | |
| λαος καὶ ὁ βεβαιωτὴρ Κλέανδρος Τείσωνος· εἰ δέ κα μὴ παρέ- | |
| {εἰ δέ κα μὴ παρέ}χωντι, πράκτιμοι ἐόντων κατὸν νόμον. | |
| 15 | ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες |
| ὡς ἐλευθέρους ὄντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. κατενεν- | |
| κάντω δὲ τὸν ἔρανον τὸν Ἀρχέλαος συνᾶξε ὁ Πραόχου τὸν τριακονταμναῖον, | |
| καὶ βέβαιοι ἔστωσαν αἱ ὠναὶ τῶι θεῶι. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, | |
| Ταραντῖνος καὶ τοὶ ἄρχοντες Βάχχιος, Ἀριστίων, ἰδιῶται Μελισσίων, Εὐάγγελος, | |
| 20 | Κράτων, Δίων, Πολύκλειτος, Καλλίερος. |