[ ]
Phokis — Delphi — 169 BC
| 1 | στραταγέοντος τῶν Ἀχαιῶν Ἄρχωνος Αἰγιράτα μηνὸς ἑβδόμου, ἐν Δελ- |
| φοῖς δὲ ἄρχοντος Λαιάδα μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πρατίας | |
| Τελεσία Αἰγιεὺς Σωτίωνα τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν ἐν- | |
| νέα, καθὼς ἐπ[ί]στευσε Σωτίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὸν ἐλεύθερον εἶ- | |
| 5 | μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέοντα ὅ κα θέληι, μὴ ἐπιβαίνον- |
| τα ἐπ’ Ἀχαΐαν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἄσανδρος Διονυσίου Δελφός. | |
| μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος | |
| καὶ τοὶ ἄρχοντες Ἀρχέλαος, Μνασίθεος καὶ ἰδιῶται | |
| Ἀστόξενος Διονυσίου, Πραξίας, Ἀρχέλαος, Ξένων, | |
| 10 | Εὐκράτης. |