[ ]
Phokis — Delphi — 170/169 BC
| 1 | ἄρχοντος Λαιάδα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀριστόμα- |
| χος καὶ Εὐκλῆς Ἐτυμώνδα Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- | |
| μα Θέων καὶ γυναικεῖα αἷς ὀνόματα Εἶρις καὶ Θευδώρα, ἀργυρίου μνᾶν δεκαοκτώ, κα- | |
| θὼς ἐπίστευσε Θέων καὶ Εἶρις καὶ Θευδώρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
| 5 | θεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίον, ποιέοντες ὅ κα θέ- |
| λωντι καὶ ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
| Κλέων Δίωνος. εἰ δέ τίς κα ἅπτηται Θέωνος ἢ Ἴριος ἢ Θευδώρας, βέβαιον | |
| παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Ἀριστόμαχος καὶ Εὐκλῆς | |
| καὶ ὁ βεβαιωτὴρ Κλέων Δίωνος· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων | |
| 10 | κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέ- |
| οντες ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας | |
| δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Ἧρυς | |
| Πεισιθέου, Πράξων Πλείστωνος, Δαμοσθένης Ἀρχέλα. |