[ ]
Phokis — Delphi — 169 BC
1 | [ἄρχ]ο[ντο]ς Λαιάδα μηνὸς Ἐνδυσποιτρ<ο>πίου, ἐπὶ τοῖσδε ἀ[πέ]δοντο Κλέ- |
ων, Παρνάσσιος, Ἅρμιχον Κλευδάμου, συνεπαινεούσας Ξενοφανείας τᾶς | |
ματρὸς Κλευδάμου καὶ Τελεσοῦς τᾶς ματρὸς Κλέωνος καί Παρνασσίου | |
καὶ Ἁρμίχου, τοῖ Ἀπόλ<λ>ωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀγησώ, τιμᾶς | |
5 | ἀργυρίου μνᾶν τεσ<σ>άρων, καθὼς ἐπίστευσε Ἀγησὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε |
ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ<ο>υσαν ὅ κα θέληι | |
καὶ ἀποτρέχουσαν οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ὀρέστας Εὐχαρίδα Δελφό[ς]. | |
μάρτυροι· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἀρχέ- | |
λας Πραόχου, Φιλοκράτης, Μνασίθεος, ἰδιῶται Ἀριστίων, Ἀστόξενος, Ὀρέστας, | |
10 | Καλλίδας, Δάμων, Σωσέας, Ἄρχανδρος, Ἁρμόξενος Τιθοῤῥεῖς. ἁ ὠνὰ παρὰ Καλλίερον. |