[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Φιλοκράτεος |
| τοῦ Ξένωνος μηνὸς Ἡραίου, ἀπέ- | |
| δοτο Πολύων Τιμοκλέος σῶμα ἀν- | |
| δρεῖον ὧι ὄνομα Εὔτυχος, τιμᾶς ἀρ- | |
| 5 | γυρίου μνᾶν δυῶν. ἐλεύθερος δὲ ἔστω |
| Εὔτυχος καὶ ἀνεφαπτος ἀπὸ πάντων, | |
| καθὼς αὐτὸς ἐπίστευσε τῶι θεῶι τὰν ὠ- | |
| νάν, ὥσστε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος | |
| ἀπὸ πάντων. βεβαιωτὴρ κατὰ τον νόμον τᾶς πό- | |
| 10 | λιος· Καλλικλῆς. εἰ δέ τις ἐνάπτοιτο Εὐτύχου ἐπὶ |
| καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέ- | |
| ων ὡς ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ ἀνυπόδι- | |
| κος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· Φίλων Ἀρι- | |
| στέα, Φίλαγρος Φίλωνος, Ἀριστόβουλος | |
| 15 | Πάτρωνος, Καλλι- |
| κλῆς Τίμωνος, Φιλιστίω[ν] Ἄν- | |
| δρωνος, Μένης. ἁ ὠνὰ παρὰ Μένητα. |