[ ]
Phokis — Delphi — 168 BC
| 1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχέλαος Θηβαγόρα Δελφὸς |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον οἷ ὄνομα Τίμων, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Τί- | |
| μων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε α[ὐ]τὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον τὸν {τον} πάντα βίον, ποιῶν ὅ κα | |
| θέλη. ἐξέστω δὲ τῶι παρατυνχάνοντι καὶ θέλοντι συλέοντι Τίμωνα κατὰ τὰν ἀναγραφὰν καὶ ὠνὰν τὰν | |
| 5 | ἐν τῶι ἱερῶι ἀναγεγραμμέναν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἐκέφυλος Ἁγίωνος Δελφός. |
| μάρτυροι· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἀμυνέας Χαριξέν- | |
| ου Ἀνδρόνικος Φρικίδα, Ξένων Βούλωνος, ἰδιῶται Χαρίξενος Ἀλέξωνος, Καλλίας Ἐνμε<ν>ίδ- | |
| α, Ὀρ[έ]στας Εὐχαρίδα, Εὐφρόνιος Ζωΐλου, Κλεύδαμος Πολυκλείτου. |