[ ]
Phokis — Delphi — ca. 68 BC
| 1 | ἄρχοντος ἐν Δελφοίς Ἁγίωνος, μηνὸς Ἰλαίου, βουλευόντων |
| Ἁβρομάχου, Πολυτιμίδα, Στράτωνος, Εὐκλείδα, ἐν δὲ Χαλείω | |
| ἄρχοντος Κλεοσθένεος τοῦ Ἀρίστωνος, μηνὸς Ἀπόλλωνος, ἀπέδο- | |
| το Θεαρίς, [συνευα]ρεστεούσας καὶ τᾶς θ[υγα]τρὸς Καλλικρατείας, τῶι Ἀπόλλωνι τῶι Πυθίω κοράσιον οἰκογενὲς ἇ ὄνομα Σωσύλα | |
| 5 | τ̣ὸ ἐξωτηρίος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιω- |
| τῆρες κατὰ τὸ σύνβολον Σάτυρος Κάρπου Δελφός, Τισίας Ἀγακλέος Χαλεύς· | |
| ἐφ’ ὧτε ἐλευθέραν εἶμεν Σωσύλαν καὶ ἀνέφαπτον ἀπὸ πάντων, καθὼς ἐπί- | |
| σ̣τευσε Σωσύλα τῶι θεῶ τὰν ὠνάν. εἰ δέ τις ἐφάπτοιτο Σωσύλας ἐπὶ καταδου- | |
| λισμῶ, βέβαιον παρεχ<ό>ντω ἅ τε ἀποδομένα Θεαρὶς τῶι θεῶ τὰν ὠνὰν καὶ | |
| 10 | οἱ βεβαιωτῆρες βεβαιούντω τῶι θεῶ Σωσύλαν, ὁμοίως δὲ καὶ ὁ παρατυχ[ὼ]ν κύριος |
| [ἔ]στω συλέων Σωσύλαν ἐπ’ ἐλευθερία ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ | |
| ζαμίας. μάρτυροι Δελφοὶ μέν Φιλόνικος, Διόδωρος, Καλλίστρατος, Νικάνωρ, Δάμω̣[ν], | |
| Χαλεῖς δὲ Εὐάμερος, Ἀλεξικλῆς, Σκύ̣θας, Θεόδοτος. |