[ ]
Phokis — Delphi — ca. 146 BC
| 1 | Δωριαρχέοντος Ξενύτα Κυτεινιέος, ἐν δὲ Ἐρεινεῶι ἄρχοντος Κλ[․․․․․․․], μηνὸς |
| Λαφρίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα, μηνὸς Θευξενίου, βου[λευ]όντω[ν] | |
| τᾶν δευτέραν ἑξάμηνον Ἀρχελάου τοῦ Δαμοσθένεος, Ἰατάδα τοῦ Πάτρωνος, γραμ- | |
| ματεύοντος δὲ Ἁγίωνος τοῦ Κλευδάμου, ἐπὶ τοῖσδε ἀπέδοτο Νικαῖος Νίκωνος Ἐρειναῖ[ος] | |
| 5 | τῶι Ἀπόλλωνι τῶ[ι] Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσικράτεια, συνευδοκέοντος κ[αὶ] |
| τοῦ υἱοῦ Ἀριστ[ο]γέ[ν]εος [τ]ιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καθὼς ἐπίστευσε Σωσικ[ρά]- | |
| τεια τῶι θεῶι τ[ὰ]ν ὠν[ά]ν, ἐφ’ ὅτωι ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν[τα] | |
| βίον. παραμεινάτω δὲ Σωσικράτηα παρὰ Νεικαῖον ἄχρι οὗ κα ζώη Νεικαῖος, [π]οιέουσα τὸ ποτιτασ[σόμε]- | |
| νον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. ἐπεὶ δέ κά τι πάθη Νεικαῖος, ἐλευθέρα ἔστω Σωσικράτεια. | |
| 10 | ἅ κα κατασκεώσηται Σωσικράτεια συνευδοκέοντος Νεικαίου, ἢ ἄλλο [ὅ]τι ἔχη, ἀπελθέτω ἔχου- |
| σα Σωσικράτεια παρὰ Νεικαίου, ἐπεί κά τι πάθη Νεικαῖος. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος | |
| Κλέων Κλευκρίτου Ἐρειναῖος, Τιμόκριτος Εὐκλείδα Δελφός. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδου- | |
| λισσμῶι Σωσικρατείας, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Νει- | |
| [κ]αῖος καὶ οἱ βεβαιωτῆρες Κλέων, Τιμόκριτος. εἰ δε μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠ- | |
| 15 | νάν, πράκτιμοι ἐόντων κατὰ τοὺς νόμους τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- |
| τες κύριοι ἐόντων συλέοντες Σωσικράτειαν [ὡ]ς ἐλευθέραν ἐο[ῦσ]α[ν] | |
| ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. [μ]άρτυ[ροι] ὁ ἱε- | |
| ρεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἰατάδας Πά[τ]ρ[ω]νος, | |
| Ἀρχελαος Δαμοσθένεος, Ἁγίων Κλευδάμου, καὶ ἰδιῶται Εὐκλείδα[ς] | |
| 20 | Καλλείδα, Τιμόκριτος, Δάμων Ξενοστράτου, Βούλω[ν] Πεισ[ι]- |
| στράτου, Φίλαγρος Διοδ[ώ]ρου, [Ν]ίκαρ[χ]ος Ἰόλλα Ἀμφ[ισ]σεύς, | |
| Ἀλέξανδρος Τισέα Κυτεινιεύς, Χαρίδα[μος] | |
| Ἀνδρομένεος, Φιλοκράτης Φιλοδά- | |
| μου Βοαῖοι καὶ ὁ νεωκόρος Μένης. |