[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος <Σ>ωσιπάτρου, μηνὸς Ἰλαίου, βου<λ>ευόντων |
| τὰν δευτέραν ἑξάμηνον Πάσωνος τοῦ Δαμέ[νε]- | |
| ος, Ἀμύντα τοῦ Εὐδώρου, Ξένωνος τοῦ Πολύωνος, | |
| ἐπὶ τοῖσδε ἀπέδοτο Δαμοσθένης Ἄρχωνος, | |
| 5 | συνευδοκεούσας καὶ τᾶ[ς θ]υγατέρος αὐτ[οῦ] |
| Κλέας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
| κῆον ἇι ὄνομα Ζωπύρα τὸ γένος ἐνγενῆ τιμᾶς ἀργυρί- | |
| ου μνᾶν πέντε καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- | |
| σε Ζωπύρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν | |
| 10 | καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον ποιέ- |
| ουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. β̣ε̣βαιω- | |
| τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Δαμοφάνης Ἀρίστω- | |
| νος. εἰ δέ τις ἐφάπτοιτο Ζωπύρας ἐπὶ καταδουλισμῶι, | |
| β̣έβαι̣ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο- | |
| 15 | δό̣μ̣ενος Δαμοσθένης καὶ ὁ βεβαιωτὴρ Δαμοφάνης. |
| εἰ δὲ μὴ παρέχοιν β[έβ]αιον τῶι θεῶι τὰν [ὠ]νάν, | |
| πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλι- | |
| ος, ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι | |
| ἐόντων συλέοντες Ζ̣ωπύραν ὡς ἐλευθέραν ἐ- | |
| 20 | οῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά- |
| σας δίκας καὶ ζαμίας. μάρτυροι τ̣οὶ ἱερεῖς | |
| τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἄρχων καὶ ὁ | |
| νεωκόρος Εὐκλῆς καὶ τοὶ ἄρχοντες Ἀ- | |
| μύντας καὶ Πάσων καὶ Ξένων καὶ ἰ- | |
| 25 | διῶται Καλλίας ΙΛ․․․ |
| Δίωνος, | |
| Ἀμύντας, Πυρρίας Ἀρχε- | |
| λάου, Κλεύδαμος Πολυκράτε- | |
| ος, <Σ>ωτύλος, Τείμων, Τιμόκριτος. |