[ ] Phokis — Delphi — ca. 68 BC
1 ἄρχοντος ἐν Δελφοίς Ἁγίωνος, μηνὸς Ἰλαίου, βουλευόντων
Ἁβρομάχου, Πολυτιμίδα, Στράτωνος, Εὐκλείδα, ἐν δὲ Χαλείω
ἄρχοντος Κλεοσθένεος τοῦ Ἀρίστωνος, μηνὸς Ἀπόλλωνος, ἀπέδο-
το Θεαρίς, [συνευα]ρεστεούσας καὶ τᾶς θ[υγα]τρὸς Καλλικρατείας, τῶι Ἀπόλλωνι τῶι Πυθίω κοράσιον οἰκογενὲς ἇ ὄνομα Σωσύλα
5 τ̣ὸ ἐξωτηρίος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιω-
τῆρες κατὰ τὸ σύνβολον Σάτυρος Κάρπου Δελφός, Τισίας Ἀγακλέος Χαλεύς·
ἐφ’ ὧτε ἐλευθέραν εἶμεν Σωσύλαν καὶ ἀνέφαπτον ἀπὸ πάντων, καθὼς ἐπί-
σ̣τευσε Σωσύλα τῶι θεῶ τὰν ὠνάν. εἰ δέ τις ἐφάπτοιτο Σωσύλας ἐπὶ καταδου-
λισμῶ, βέβαιον παρεχ<ό>ντω ἅ τε ἀποδομένα Θεαρὶς τῶι θεῶ τὰν ὠνὰν καὶ
10 οἱ βεβαιωτῆρες βεβαιούντω τῶι θεῶ Σωσύλαν, ὁμοίως δὲ καὶ ὁ παρατυχ[ὼ]ν κύριος
[ἔ]στω συλέων Σωσύλαν ἐπ’ ἐλευθερία ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ
ζαμίας. μάρτυροι Δελφοὶ μέν Φιλόνικος, Διόδωρος, Καλλίστρατος, Νικάνωρ, Δάμω̣[ν],
Χαλεῖς δὲ Εὐάμερος, Ἀλεξικλῆς, Σκύ̣θας, Θεόδοτος.
Search Help
Contact Us