Proxeny decree for Phrynion, son of Euphroniades, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 360
1 Πλουταρχίδης Φιλιστίδου εἶπεν· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶ<ι> δήμωι·
Φρυν<ί>ωνα Εὐφρονιάδου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων
αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν
καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ
5 θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us