Proxeny decree for Stephanos, son of Aisimides, of Athens. Pedimental stele of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 371 — AD 28 A (1973) 188, 20 — SEG 26.601
1 Θεοτέλης εἶπεν· δεδόχθαι τῶι δήμωι·
[Σ]τέφανον Αἰσιμίδου Ἀθηναῖον, πρόξε-
νον εἶναι καὶ εὐεργέτην τῆς πόλεος
Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ
5 δ[ε]δόσθαι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτη-
σιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πο-
λέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κα-
τὰ [θ]άλατταν καὶ ἰ[σ]οτέλειαν καὶ τἆλλα
πάντα καθάπερ τοῖς ἄλλοις προξένοις
10 καὶ εὐεργέταις· ἀναγράψαι δὲ τὸ ψήφισμα
τοὺς πολεμάρχους ἐν στήληι λιθίνηι καὶ
στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀμφιεράου.
Search Help
Contact Us