Proxeny decree for Phrynion, son of Euphroniades, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 360
| 1 | Πλουταρχίδης Φιλιστίδου εἶπεν· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶ<ι> δήμωι· |
| Φρυν<ί>ωνα Εὐφρονιάδου Ἀθηναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων | |
| αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν | |
| καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ | |
| 5 | θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |