Proxeny decree for Agatharchides, son of Leonides, of Thessalian Metropolis.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 361
1 Πλουταρχίδης Φιλιστίδου εἶπεν· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι·
Ἀγαθαρχίδην Λεωνίδου Θετταλὸν ἐγ Μητροπόλεως πρόξενον εἶναι
τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας
[ἔ]νκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης
5 καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us