| upper margin.1 | Ἀρίστωνος. |
| lower field.2 | ἔδοξε τοῖς θιασείταις τοῖς περὶ |
| Φίλωνα Διοσκουρίδα· τοῦ βακχικοῦ θι- | |
| άσου ὁ ἱερεὺς Φίλων εἶπεν· ἐπειδὴ Ἀρίσ- | |
| 5 | των Ἀρίστωνος, πατρὸς ἐὼν εὐεργέτα |
| καὶ δεύτερον γενομένου μὲν κτί- | |
| στα τᾶς πόλιος, φιλοτείμου δὲ τοῦ | |
| θιάσου ἁμῶν, καὶ αὐτὸς φαίνε- | |
| ται τὰν αὐτὰν ἔχων αἵρεσιν, | |
| 10 | στοιχῶν τᾷ τοῦ πατρὸς φιλοδο- |
| ξίᾳ, τάν τε πόλιν σῴζων ἐν παντὶ | |
| καιρῷ ἐκ τῶν συνβαινόντων αὐ- | |
| τᾷ πραγμάτων, τούς τε πολεί- | |
| [τας ․․․]ΟΛΛ․․․ΚΑΙ․ΝΔΙ[— —] | |
| 15 | [— — — — — — — — — — — — —] |
IScM III
45