[ ]
Scythia Minor — Kallatis (Mangalia) — 12-15 AD — RA 21 (1925) 264, 2 — Dacia 1 (1924) 139, 2
See also:
| 1 | ἐπὶ βασιλέος Κότυος τοῦ Ῥοιμητάλκα, |
| μηνὸς Διονυσίου ἐν τριετηρίδι· | |
| ἔδοξε τοῖς θιασείταις· Διόδωρος Δαμα- | |
| τρίου εἶπε· ἐπειδὴ Ἀρίστων Ἀρίστωνος | |
| 5 | πατρὸς ἐὼν εὐεργέτα καὶ κτίστα τᾶς πό- |
| λιος καὶ φιλοτείμου τοῦ θιάσου ἐπαύξων | |
| μὲν οὖν τὰς τοῦ γεννάσαντος ἀρετὰς | |
| δι[α]τελεῖ ὁμοίαν τε ἐπιδείκνυται τὰν | |
| ἰδίαν αἵρεσιν ποτὶ τὸν δᾶμον ἐν παντὶ | |
| 10 | καιρῷ καὶ κινδύνῳ σῴζων καὶ εὐεργε- |
| τῶν τοὺς πολείτας καὶ ἐπανγελλό- | |
| μενος ἀ[ε]ί τινος ἀγαθοῦ παραίτιος [ἐ]- | |
| σεῖσθαι [π]οτί τε τὸν θίασον τὸν | |
| παρ’ ἁμῶν εὔνουν ἑαυτὸν ἐνπαρε- | |
| 15 | χόμενος καὶ συνεπαύξων τὰς τοῦ |
| Διονύσου [τει]μάς, καίπερ ὢν παντά- | |
| πασιν νέος μεῖζον ἐνδείκνυται τὸ | |
| ποτὶ τοὺς πολείτας φιλόδοξον πα- | |
| ρὰ τοὺς τάχ[ι]ον εὐεργετῆσαι 〚προαι〛 | |
| 20 | προαιρηθέντας· ὅπως οὖν καὶ οἱ θιασ- |
| εῖται φαίνωντα[ι] τὰν ποτ’ αὐτὸν εὔνοιαν δι- | |
| ατηροῦντες καὶ ἀπομναμονεύοντες | |
| [τὰν] ποθ’ ἑαυτοὺς γνησιότατα καὶ τάχιον | |
| [δεδωκότες] πράτως τῷ πατρὶ αὐτοῦ τὰς | |
| 25 | [μεγίστας] τειμὰς παρὰ τοὺς λοιποὺς |
| [εὐεργέτας] νῦν πράτως αὐτοῦ ποιησαμέ- | |
| νου τὰν ἀναγόρε[υσιν] τοῦ στεφάνου διὰ τὸ αὐ- | |
| τὸν τετειμᾶσθα[ι] ὑπὸ τοῦ δάμου ταῖς ἴσ- | |
| αις τῷ πατρὶ τειμαῖ[ς· δεδό]χθαι τοῖς θ[ια]σεί- | |
| 30 | ταις στεφανοῦν κατὰ [πᾶσαν σύν]οδον καὶ |
| κατὰ πᾶσαν ἁμέραν ἐν αἷς ἀ[θροίζο]νται | |
| Ἀρίστωνα Ἀρίστωνος τὸν εὐεργέτ[α]ν τοῦ | |
| δάμου καὶ φιλότειμον τοῦ θ[ιά]σ[ου], δεδόσ- | |
| θαι δὲ τὸν στέφανον εἰς τὸ κα[τ]’ ἀΐδιον εὐ- | |
| 35 | εργεσίας μὲν καὶ ἀρετᾶς ἕνεκεν τᾶς εἰς |
| τὸν δᾶμον, εὐνοίας δὲ καὶ φιλοτειμίας | |
| τᾶς εἰς τοὺς θιασείτας· ἐνγράψαι δ[ὲ] | |
| τοὺς θιασείτας τὸ ψάφιζμα τοῦτο εἰς | |
| τελαμῶνα λευκοῦ λίθου ἕως μηνὸς | |
| 40 | Λυκήου τῶν ξενικῶν Διονυσίων καὶ |
| ἀναθέμεν εἰς τὸν ἐπιφανέστατον | |
| τοῦ μυχοῦ τόπον. |