[ ]
Thasos
| 1 | Ἱκέσιον νούσοισι καταφθίμενον τ̣όδε [σῆμα] |
| κέκρυφεν, Εὐθυκράτους υἷα τὸν εὐγενέτην, | |
| [Ζ]ωσίμη ἐν μούσαισι πανέξοχον ὅν ποτ’ ἔτικτε | |
| μάτηρ, τρισσὰ τέκνων ἄνθεα γειναμένα. | |
| 5 | δύσμορος, ἃ [δ]ισσοὺς μὲν ἐλίπετο παῖδας ἐν οἴκοις |
| εὐγενέτας, ἀγαθὴν ἄρσενα συνζυγίην, | |
| καὶ κούρην φιλάδελφον, ἀποφθιμένη δὲ πρὸς Ἅιδαν | |
| πλουτῖον τέκνων λίπετο δωμάτιον· | |
| ἀλλ’ οὓς μὲν ζωᾶς ἀπενόσφισε δύσμ[ο]ρος Ἅιδας· | |
| 10 | ἃ δὲ κασιγνήτους μυρομένα στεναχα[ῖ]ς |
| τοὺς γλυκεροὺς ποθέουσα συνα[ίμονας ἐνθὰδ’ ἔθαψιν]. | |
| — — — — — — — — — — — — — — — — — — — |