[ ]
Thasos — ca. 100 BC
| a.1 | ἄρτι με νυμφιδίων ἀπὸ δύσμορον ἅρπασε παστῶν |
| δαίμων ἐς τριτάταν νισόμενον δεκάδα, | |
| ἄρτι βίου περόωντα κατ’ εὐκλέα θέσμια δόξας | |
| στυγνὸς ἄπαιδα δόμοις ἀμφεκάλυψ’ Ἀίδας | |
| 5 | Ἀντιφόωντα, γοναῖσι Σοφοκλέος ὃν τέκε μάτηρ |
| Ἡρώ, τᾶι λιπόμαν οὐ τέκος ἀλλὰ τάφον. | |
| αἰαῖ, τίπτε, Τύχα, με τὸν εὐκλέα πατρίδι κόσμον, | |
| τλάμονα, δυσπενθής, ὠρφάνισας βιότου; | |
| b.9 | ὁ τύμβος ἐσθλὸν υἷα τὸν Σοφοκλέος |
| 10 | Εὐρυμενίδην κέκευθεν, ὧι βίου μόνα |
| ἐτῶν διεξάμειπτο διπλόα δεκάς· | |
| κατεῖδε δ’ οὔτι νυμφικῶν ἐφίμερον | |
| παστὸν γάμων πάρεδρον, ἀλλ’ ἀπ’ ὀλβίων | |
| σφαλεὶς μελάθρων στυγνὸν ἦλθ’ ὑπ’ Ἀίδαν, | |
| 15 | δυσπενθὲς Ἡροῖ ματρὶ καὶ συναίμοσι |
| λιπὼν φίλαισιν ἄλγος· ἁ δ’ ἁλιστεφὴς | |
| δόξας ἕκατι τῶιδε πατρία Θάσος | |
| τὰ σεμνὰ τιμᾶς δῶρ’ ἔνειμεν εὐκλέος. | |
| c.19 | οὐ γάμον, οὐχ ὑμέναιον ἐμοὶ [φίλα ἄνυσε μάτηρ] |
| 20 | Ἡρώ, ἀποφθίμενον δ’ ἐστενάχησε γόοι[ς] |
| εἰκοστὸν τανύσανθ’ ἐτέων δρόμον· ἄμμε δ’ ὁμ[αίμους] | |
| τλάμονας ἐν δισσοῖς μησὶν ὅδ’ ἔσχε τάφος. | |
| πατρὸς δ’ εὐόλβοιο Σοφοκλέος ἄρσενα γέ̣ν̣[ν]αν | |
| ὠκύμορον φθιμέναν ἐστενάχησε Θάσ̣ος· | |
| 25 | μάτηρ δ’ ἁ μεγάλα̣υ̣χος̣ ἐφ’ υἱάσιν, ἁ πάρος̣ εὔπαις, |
| οὐχὶ τέκη, κω[φ]ο̣[ὺς δ’] ἀντὶ δέδορκε τάφους. |