[ ]
Amorgos — Minoa — 250-200 BC
| 1 | ․․․․η․․․ν εἶπεν· [ἐπ]ειδὴ [Σωσ]ίστρα[τος ․․․․․․․․․․․․․․․(?) διατρίβων παρὰ τὸν βασιλέα] |
| Ἀντίγονον, εὔνους καὶ φίλος ἐστὶν τῶι δήμωι τῶι Μ[ινωητῶν, καὶ χρείας παρέ]- | |
| χεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχ[άνουσιν αὐτῶι τῶν πολιτῶν]· | |
| δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι Σωσίστρατον [․․․․․․․․․․․․․․․ ἀρετῆς ἕνεκα] | |
| 5 | καὶ εὐνοίας τῆς περὶ τὴν πόλιν, εἶναι δὲ αὐτὸν καὶ π[ρόξενον καὶ εὐεργέτην τοῦ δήμου] |
| τοῦ Μινωητῶν καὶ αὐτὸν καὶ ἐκγόνους, δεδόσθαι δὲ α[ὐτοῖς καὶ ἔνκτησιν] | |
| γῆς καὶ οἰκίας καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπον[δεὶ καὶ ἐν πολέμωι καὶ] | |
| ἐν εἰρήνηι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἐάν τ[ου δέωνται, πρώτοις μετὰ] | |
| τὰ ἱερά· ἀναγράψαι δὲ αὐτοῦ τὴν προξενίαν εἰς τὸ ἱερ[ὸν τοῦ Ἀπόλλωνος] | |
| 10 | τοῦ Δηλίου· τῆς δὲ ἀναγραφῆς ἐπιμεληθῆναι τοὺς ν[εωποίας τοὺς περὶ] |
| Χαρῖνον. |