[ ]
Amorgos — Minoa
| 1 | [γνώμη] πρυτάνεων· ἔδοξεν τῆι βουλῆι καὶ [τῶι δήμωι]· |
| [περ]ὶ ὧν ἀναγγέλλουσιν οἱ παραγινόμενοι Νάξ[ιοι παρὰ τοῦ] | |
| [βα]σιλέως Ἀντιγόνου Κοττᾶν εὔνουν καὶ φίλον εἶν[αι] ε[ἰς τὸν δῆμον] | |
| [τὸ]ν Μινοητῶν καὶ λόγωι καὶ ἔργωι, ἐπαινέσαι μὲ[ν Κοττᾶν ․․․]- | |
| 5 | ․․․․κλέους Δημητριέα καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέ- |
| την καὶ αὐτὸν καὶ ἐγόνους τοῦ δήμου τοῦ Μινοητῶν· ὑπάρ- | |
| χειν δὲ αὐτοῖς καὶ προεδρίαν καὶ πρόσοδον πρός τε τὴν βου- | |
| λὴν καὶ τὸν δῆμον καὶ τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξέ- | |
| νοις τῆς πόλεως ὑπάρχει· ἀναγράψαι δὲ τόδε τὸ ψή- | |
| 10 | φισμα τοὺς νεωποίας τοὺς περὶ Αἰνησικλῆν εἰς τὸ |
| ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Δηλίου, ἀναλίσκοντες | |
| ἀπὸ τῶν προσόδων τῶν ἱερῶν. |