[ ]
Thera — 102-116 BC
| 1 | ὑπὲρ τῆς τοῦ μεγίστου |
| καὶ θεῶν ἐνφανεστάτου | |
| Αὐτοκράτορος Νέρβα Τραϊανοῦ | |
| Καίσαρος Σεβαστοῦ Γερμανικοῦ | |
| 5 | Δακικοῦ ὑγείας καὶ διαμονῆς καὶ |
| ἱερᾶς συνκλήτου καὶ δήμου Ῥωμαίων | |
| ὁμονοίας Ἀγαθόπους Εὐτύχου | |
| καὶ Πολυοῦχος καὶ Ἀριστόδαμος | |
| οἱ Καρτιδάμα τὴν στοὰν ἐστέγασαν | |
| 10 | ἐκ τῶν ἰδίων, τὴν τῶν ξύλων καὶ τῶν |
| στρωτήρων ὕλην καὶ τὴν ἐπακολουθοῦ- | |
| σαν εἰς τὴν στέγην δαπάνην πᾶσαν πα- | |
| ρασχόμενοι κατὰ δωρεάν· τὴν δὲ πε- | |
| ριλειπομένην ἐκ τῆς πρώτης στέγης | |
| 15 | ξυλικὴν ὕλην ἐξεχώρησαν τῇ πόλει |
| πρὸς τὸ ἐκ τούτων τῶν ξύλων καὶ ἕ- | |
| τερα τῶν κατεπειγόντων καὶ κατη- | |
| ρειμμένων ἔργων διορθώσεως | |
| τυχεῖν. |