[ ]
Thera — 149 AD
| 1 | ἀγαθῇ τύχῃ. |
| ὑπὲρ τῆς τοῦ κυρίου ἡμῶν Αὐτοκράτο- | |
| ρος Καίσαρος Τ. Αἰλίου Ἁδριανοῦ Ἀντωνεί- | |
| νου Σεβαστοῦ Εὐσεβοῦς καὶ Οὐήρου Καίσαρος | |
| 5 | καὶ Λουκίου Καίσαρος καὶ Σεβαστῆς Φαυσ<τ>εί- |
| νης τύχης καὶ αἰωνίου διαμονῆς καὶ τοῦ | |
| σύμπαντος αὐτῶν οἴκου ἐπὶ ἀνθυπάτου | |
| Μουμμίου Σεισέννα, ἀρχόντων δὲ τῶν σὺν | |
| Τι(βερίῳ) Ἰουλίῳ Κλέωνι, Τ. Φλάυιος Κλειτοσθένης | |
| 10 | Κλαυδιανὸς μετὰ καὶ τοῦ ὑοῦ Φλαυΐου Κλει- |
| τοσθένους Ἰουλιανοῦ καὶ τοῦ ἐκγόνου αὐτοῦ | |
| Φλ. Κλειτοσθένους Κλαυδιανοῦ καὶ τῆς ἐκγόνης | |
| Φλ. Κλαυδίας Δημητρίας Αἰλιανῆς τὰ ἔργα | |
| κατὰ τὴν εἰσαγγελίαν ἣν ἐποιησάμην τῇ γλυ- | |
| 15 | κυτάτῃ πατρίδι Θήρᾳ κατασκευάσας ἐκ τῶν ἰδίων |
| ἀνέθηκα, καθὼς ἡ ἰσαγγελία ἡ ὑποτεταγμένη | |
| περιέχει καὶ τὰ ψηφίσματα. Λ. Σεργίῳ Σκειπίωνι | |
| Ὀρφίτῳ, Κ. Σοσσίῳ Πρείσκῳ ὑπάτοις πρὸ ιεʹ Καλανδῶν | |
| Αὐγούστων, ὡς δὲ Θηραῖοι ἄγουσιν, ἐπὶ ἱερέως Φιλο- | |
| 20 | μήτορος τοῦ Φιλομήτορος, μηνὸς Ὑα[κ]ινθίου ἕκτῃ λή- |
| γοντος, ἀγομένης ἐκκλησίας ἐννόμου, ὑπὲρ τῆς τοῦ | |
| Αὐτοκράτορος Καίσαρος Τ. Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου | |
| Σ[ε]βαστοῦ Εὐσεβοῦς καὶ Οὐήρου Καίσαρος καὶ | |
| Λουκίου Καίσαρος καὶ Σεβαστῆς Φαυστίνης τύχης | |
| 25 | καὶ αἰωνίου διαμονῆς καὶ [τ]οῦ σύμπαντος αὐτῶν |
| οἴκου· Τ. Φλαούιος Κλειτοσθένης Κλαυδιανὸς εἰσ- | |
| ήγγειλα εἴς τε βουλὴν καὶ δῆμον ἐπιδούς τάδε τὰ | |
| ἔγγραφα ἄρχουσι τοῖς σὺν Ἀριστοδάμῳ Καρτιδάμαν- | |
| τος· ἐπειδὴ ἡ κατὰ πόλιν ὑπάρχουσα στοὰ ἡ π[ρ]ὸς τῇ | |
| 30 | ἀγορᾷ ἀπεστέγασται μὲν ὅλη, ἐκ μέρους δὲ καὶ τὰ τῶν |
| τοίχων αὐτῆς καὶ οἰκοδομημάτων καταπέπτωκεν καὶ | |
| τὰ πρόσλοιπα δὲ διαπεφορημένα κινδυνεύει εἰς ἔδα- | |
| φος κατενεχθῆναι, πολλάκις τε περὶ τῆ[ς] κατασκευῆς | |
| αὐτῆς καὶ ἐπισκευῆς πανδημεὶ καταβοήσεις ἐγένον- | |
| 35 | το ἀναγκαίου ὄντος τοῦ ἔργου πρὸς ὅλον τὸν τῆς πόλεως |
| κόσμον τε καὶ ἀπόλαυσιν καὶ πολυτέλειαν, διὰ τὸ μηδὲν | |
| ἕτερον τοιοῦτον ἐν αὐτῇ ὑπάρχειν ἔργον, καὶ | |
| μηδενὸς μήτε ἄρχοντος μήτε ἰδιώτου ὑπεσχη- | |
| μένου ἀπο[κατ]αστῆσαι τῇ πόλει τὸ ἔργον, συν- | |
| 40 | ο[ρθ]ῶ[ν] μετ[ὰ] καὶ τούτου τοῦ ἔργου καὶ τὰ ἄλλα |
| καταρειπτούμενα ὑπισχνοῦμαι, ὁποῖον ἂν καὶ | |
| ὁπόσον ὁ καιρός μοι ἐπιτρέψῃ καὶ ἡ τύχη τῆς | |
| πόλεως, κατ[αστή]σας αὐτὸ ἀποδοῦναι τῇ πόλει | |
| σῷον ἐκ [τῶν ἰδίων] μετὰ τοῦ ὑοῦ μου Φλ. Κλειτοσθέ- | |
| 45 | [νους Ἰουλιανοῦ κ]αὶ τοῦ ἐκγόνου μου Φλ. Κλειτοσθέ- |
| [νο]υς [Κλαυδιανοῦ]· ἐπεὶ δὲ καὶ ἐκ τῆς πε[πτ]ωκυίας | |
| [στέγης ἔτι πλείστη] περιελείπετο ὕλη, καὶ [τ]αύτην ὑ- | |
| [πεχώρησα ἐκ τῶν ἰδ]ίων παρασχὼ[ν] τ[οῖς] ἐργάσασ- | |
| [θαι μέλλουσι καὶ] προσεισενεγ[κάμεν]ος· ἃ δέ μο[ι] | |
| 50 | [․․․․․․․․․․․ κατά]στασιν τ[— — — — — — — — —]τα- |
| [․․․․․․․․․․․․․․․ ε]ὐχρηστ[— — — — — — — — —]σειν. |