[ ]
Thera — 102-116 BC
1 | ὑπὲρ τῆς τοῦ μεγίστου |
καὶ θεῶν ἐνφανεστάτου | |
Αὐτοκράτορος Νέρβα Τραϊανοῦ | |
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ | |
5 | Δακικοῦ ὑγείας καὶ διαμονῆς καὶ |
ἱερᾶς συνκλήτου καὶ δήμου Ῥωμαίων | |
ὁμονοίας Ἀγαθόπους Εὐτύχου | |
καὶ Πολυοῦχος καὶ Ἀριστόδαμος | |
οἱ Καρτιδάμα τὴν στοὰν ἐστέγασαν | |
10 | ἐκ τῶν ἰδίων, τὴν τῶν ξύλων καὶ τῶν |
στρωτήρων ὕλην καὶ τὴν ἐπακολουθοῦ- | |
σαν εἰς τὴν στέγην δαπάνην πᾶσαν πα- | |
ρασχόμενοι κατὰ δωρεάν· τὴν δὲ πε- | |
ριλειπομένην ἐκ τῆς πρώτης στέγης | |
15 | ξυλικὴν ὕλην ἐξεχώρησαν τῇ πόλει |
πρὸς τὸ ἐκ τούτων τῶν ξύλων καὶ ἕ- | |
τερα τῶν κατεπειγόντων καὶ κατη- | |
ρειμμένων ἔργων διορθώσεως | |
τυχεῖν. |