[ ] Anaphe
1 ἔδοξε τᾷ βουλᾷ τᾷ Ἀναφαίων καὶ
τῷ δάμῳ, [γ]νώμαν ἀγορεύσαντος Πινδάρου
τοῦ Τελεσιγένους, θέσει δὲ Εὐβούλου, ἐπι-
ψηφιζομένου Ἀρχωνίδα τοῦ Κρατη-
5 σίππου· ἐπεὶ τῶ<ν> μεγίστω<ν> θεῶν Σερά-
πιος καὶ Ἴσιος καὶ τῶν ἄλλων τῶν
παρ’ αὐτοῖς ὁ ἱερεὺς Ἰάσων Ἰάσωνος
τὰν ποθεδρείαν καὶ τὰν ἐπιμέλειαν
ἀξίως [ἀ]εὶ τῶν θεῶν κατὰ πάντα
10 καιρὸν φαίνεται ποιούμενος καὶ
τὰς θυσίας καὶ τὰ ἱερὰ τοῖς δέουσι
χρόνοις ἐπιτελῶν, [ὡ]ς δόξαν ἦμεν
πᾶσιν ἁμὶν χαῖρεν ταῖς ὑπηρεσίαις
αὐτοῦ τὸς θεὸς καὶ ἁδέως ὑπ’ αὐτοῦ
15 [γ]εραίρεσθαι, δεδόχθω ἐπαινῆσθαι
μὲν τὸν Ἰάσωνα πανδαμεί, ἐπικε-
κυρῶσθαι δὲ αὐτῷ καὶ τὰ προάγοντα
ψαφίσματα πάντα, συνκεχωρῆσθαι
δὲ αὐτῷ καὶ εἰκόνα γραπτὰν ἀναθέμεν{αι}(!)
20 αὑτοῦ ἐν τῷ τῶν θεῶν ναῷ ἐπιγραφὰν
ἔχουσαν· ἁ βουλὰ καὶ ὁ δᾶμος Ἰάσωνα
τὸν εὐσεβέστατον ἱερέα τᾷ ἀναθέσει τᾶς
εἰκόνος ἐτίμασεν· ἔτι συνκεχωρήσ[θ]ω αὐτῷ
καὶ τοῦ ψαφίσματος τούτου ἀντίγραφον
25 ὑποτάξαι τ[ᾷ] εἰκόνι ἐν τῷ ναῷ.
Search Help