[ ]
Anaphe
| 1 | ἔδοξε τᾷ βουλᾷ τᾷ Ἀναφαίων καὶ |
| τῷ δάμῳ, [γ]νώμαν ἀγορεύσαντος Πινδάρου | |
| τοῦ Τελεσιγένους, θέσει δὲ Εὐβούλου, ἐπι- | |
| ψηφιζομένου Ἀρχωνίδα τοῦ Κρατη- | |
| 5 | σίππου· ἐπεὶ τῶ<ν> μεγίστω<ν> θεῶν Σερά- |
| πιος καὶ Ἴσιος καὶ τῶν ἄλλων τῶν | |
| παρ’ αὐτοῖς ὁ ἱερεὺς Ἰάσων Ἰάσωνος | |
| τὰν ποθεδρείαν καὶ τὰν ἐπιμέλειαν | |
| ἀξίως [ἀ]εὶ τῶν θεῶν κατὰ πάντα | |
| 10 | καιρὸν φαίνεται ποιούμενος καὶ |
| τὰς θυσίας καὶ τὰ ἱερὰ τοῖς δέουσι | |
| χρόνοις ἐπιτελῶν, [ὡ]ς δόξαν ἦμεν | |
| πᾶσιν ἁμὶν χαῖρεν ταῖς ὑπηρεσίαις | |
| αὐτοῦ τὸς θεὸς καὶ ἁδέως ὑπ’ αὐτοῦ | |
| 15 | [γ]εραίρεσθαι, δεδόχθω ἐπαινῆσθαι |
| μὲν τὸν Ἰάσωνα πανδαμεί, ἐπικε- | |
| κυρῶσθαι δὲ αὐτῷ καὶ τὰ προάγοντα | |
| ψαφίσματα πάντα, συνκεχωρῆσθαι | |
| δὲ αὐτῷ καὶ εἰκόνα γραπτὰν ἀναθέμεν{αι}(!) | |
| 20 | αὑτοῦ ἐν τῷ τῶν θεῶν ναῷ ἐπιγραφὰν |
| ἔχουσαν· ἁ βουλὰ καὶ ὁ δᾶμος Ἰάσωνα | |
| τὸν εὐσεβέστατον ἱερέα τᾷ ἀναθέσει τᾶς | |
| εἰκόνος ἐτίμασεν· ἔτι συνκεχωρήσ[θ]ω αὐτῷ | |
| καὶ τοῦ ψαφίσματος τούτου ἀντίγραφον | |
| 25 | ὑποτάξαι τ[ᾷ] εἰκόνι ἐν τῷ ναῷ. |