[ ]
Anaphe — ca. end 3rd c. BC
| [— — — — — — — — — — — — — — — — συντε]- | |
| 1 | [λεσ]θέν[τ]ο[ς δὲ τοῦ ναοῦ ἔστω δαμόσι]ος [κα]- |
| θότι καὶ ὁ θεὸς ἔ[χρη]σε[ν· τᾶς] δ’ ἐπερωτάσ[ε]- | |
| ως καὶ τοῦ χρησμοῦ ἀντίγραφά ἐστι τάδε. | |
| ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, ἀρχοντων Ξενο- | |
| 5 | μνάστου Ἀριστομάχου Σωσικλεῦς καὶ βουλᾶς γνώμα· |
| ὑπὲρ τᾶς ἐφόδου ἇς ἐποιήσατο Τιμ[ό]θεος Σωσικ- | |
| λεῦς, κατὰ δὲ ὑοθεσίαν Ἰσοπόλιος· ἀξιώσ<ας> αὐτῶι δοθῆ- | |
| μεν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Ἀσγελάτα τό- | |
| πον, ὥσ[τε ναὸ]ν Ἀφροδιτας οἰκοδομῆσαι ὕλ[α]ι καὶ λί- | |
| 10 | θοις καὶ χοῒ [χ]ρώμενος ἐκ τοῦ ἱεροῦ ὧν κα χρείαν ἔχηι |
| ἐν τῶι τόπωι ἐν τᾶι αἱμασιᾷ ὁπεῖ ἁ ἐλαία ἁ ποτὶ τὸν | |
| Εὐδώρειον οἶκον καὶ τὸν Μειδίλειον· τὸν δὲ τόπον, | |
| [ὁ]πεῖ ὁ βωμὸς τοῦ Κτησίου καὶ τὸ ξοάνιον, τὸν τοῖχον | |
| λύσαντα τὰν πάροδον ποιῆσαι ἐς τὸν ναὸν | |
| 15 | [τ]αύται, καὶ οἰκοδομηθέντος τοῦ τοίχου τὸν βωμὸν |
| καὶ τὸ ξοάνιον καταστᾶσαι πάλιν ἐς τὸν τοῖ- | |
| χον· τὰς δὲ στάλας τὰς οὔσας ἐν τῶι τοίχωι | |
| καὶ τὸν(!) ἀπόρανθρον ὅσας μέν κα δυνατὸν ἦι | |
| αὐτεῖ καταστᾶσαι· ὅσαις δέ [κα] μὴ ἦι τόπος ὁπεῖ κα | |
| 20 | δοκῆι χρήσιμον ἦμεν· συντελεσθέντος δὲ |
| τοῦ ναοῦ ἦμεν δαμόσιον καθὰ καὶ ὁ θεὸς ἔχρησε. | |
| τᾶς δὲ ἐπερωτάσιος καὶ τοῦ χρησμοῦ ἀντίγροφόν | |
| ἐστι τὰ ὑπογεγραμμένα. | |
| ἐπερωτᾶι Τιμόθεος [τὸ]ν θεὸν πότερον | |
| 25 | αὐτῶι λῶιον καὶ ἄμει[νό]ν ἐστιν αἰτήσασθαι |
| τὰν πόλιν ἐν {τ}ὧι ἐπινοεῖ τόπωι, ἐν τῶι τοῦ | |
| Ἀπόλλωνος τοῦ Ἀσγελάτα, ὥστε ναὸν τᾶς | |
| Ἀφροδίτας οἰκοδ[ο]μῆσαι καὶ ἦμεν δαμόσιον, | |
| ἢ ἐν τῶι ἱερῶι τοῦ Ἀ[σκ]λαπιοῦ ἐν ὧι ἐπινοεῖ | |
| 30 | τόπωι. ὁ θεὸς ἔχρησε αἰτήσασθ[α]ι ἐν τῶι το[ῦ] |
| Ἀπόλλωνος· τελεσθέντος δὲ τοῦ ναοῦ ἀνα- | |
| γραφῆμεν τό τε ψάφισμα καὶ τὸν χρησμὸν | |
| καὶ τὰν ἔφοδον ἐστάλαν λιθίναν. περὶ δὴ | |
| τούτων δεδόχθαι τᾶι βουλᾶι δεδόσθαι | |
| 35 | αὐτῶι καθάπερ αἰτεῖται, εἴ κα [δό]ξηι |
| τᾶι ἐκκλησίαι. |