[ ]
Astypalaea
| [ἐπὶ δαμιεργοῦ {²τοῦ δεῖνος}² (?) ἔδο]- | |
| 1 | [ξ]ε τᾶι βουλᾶι καὶ τῶι δάμωι· Φίλ[αρχος Ἀρισ]- |
| [τ]ο[κλ]εῦς ἐπεστάτει, γνώμα πρυ[τανίων]· | |
| [ἐπε]ιδὴ Ἀρκεσίλας Μο<ι>ραγένευς αἱ[ρεθεὶς] | |
| ἀγορανόμος ἐπεμελήθη τοῦ δάμου | |
| 5 | μετὰ πάσας φιλοτιμίας τῶν τε κατὰ |
| [τ]ὰν ἀγορὰν πάντων ἐπιμελόμενος | |
| [ὅ]πως ὡς εὐωνότατα καὶ δικαιότατα πωλῆ- | |
| [τ]αι, καὶ σῖτον προωνεύμενος διετέλει | |
| τῶι δάμωι· ἐπαινέσαι τε αὐτόν, ὅτι καλὸς | |
| 10 | καὶ ἀγαθὸς γεγένηται περὶ τὸν δᾶμον, |
| καὶ διαψαφίξασθαι κατὰ τὸν νόμον, | |
| ἠ δοκεῖ αὐτὸν στεφανῶσαι θαλλοῦ | |
| στεφάνωι, {κ} αἰ δέ κα δόξει, τοὶ πρυτάν<ι>ε[ς τοὶ] | |
| [πρυτανεύοντες μῆνα Ἰοβάκχιον στεφανω]- | |
| 15 | [σάντω αὐτὸν τοῖς Διονυσίοις ἐν τωι ἀγῶνι] |
| τῶν τραγωιδῶν, <ὁ> δὲ κᾶρυξ ἀναγορε[υ]- | |
| [σ]άτω ὅτι ὁ δᾶμος στεφανῶι Ἀρκεσίλαν | |
| Μοιραγένευς ἀρετᾶς ἕνεκα καὶ εὐνοί- | |
| ας [ἃν] ἐνεδείξατο ἐς τὸν δᾶμον | |
| 20 | ἀγορανομήσας καλῶς καὶ φιλοτίμως· |
| ἐξέστω δὲ αὐτῶι καὶ ἀνάθημα ἀναθέμε[ν] | |
| ὅπαι κα χρήι[ζ]ηι τᾶς ἀγορᾶς ἐ[πὶ] τᾶ<ς> στοιᾶ[ς] | |
| τᾶς παρὰ τὸ πρυτανεῖον· τὸ δὲ ψάφισμα | |
| τόδε ἀναγράψαι ἐς τὰν φλιὰν τοῦ ἀγοραν[ο]- | |
| 25 | μίου, ἄνδρα δὲ ἑλέσθαι ὅστις ἐπιμεληθη- |
| [σ]εῖ τᾶς ἀναγραφᾶς· τὸ δὲ ἀνάλωμα [τοὶ] | |
| ταμίαι δόντω. ἔδοξε στεφανῶν· [ἁι]ρέθη | |
| ἀναγράψαι Φίλαρχος Ἀριστοκλεῦς. |