[ ]
Astypalaea
| 1 | ἔδοξε <τᾶι> βουλᾶι καὶ τῶι δάμωι, Ξ<ε>νο- |
| τέλης Φιλονίκου ἐπεστάτει, γνώμα{ι} | |
| πρυτανίων· ἐπειδὴ Δ[α]μοτέλης Καλ- | |
| λίππου αἱρεθεὶς ἀγορανόμος ἐπεμε- | |
| 5 | λήθη τοῦ δάμου μετὰ πάσας φιλοτι- |
| μίας τῶν τε κατὰ τὰν ἀγορὰν πάντων | |
| ἐπιμελόμενος, ὅπως ὡς εὐωνότατα | |
| καὶ δικαιότατα πωλῆται, καὶ σῖτον διε- | |
| τέλει προωνεύμενος τῶι δάμωι, | |
| 10 | ἐπαινέσαι τε αὐτὸν καὶ διαψαφι- |
| [ξ]ασθαι τὰν βουλὰν καὶ τὰν ἐκλησίαν | |
| κατὰ τὸν νόμον, ἠ δοκεῖ αὐτὸν στεφα- | |
| νῶσαι θαλλοῦ στεφάνωι· αἰ δέ κα δό- | |
| ξει, τοὶ πρυτάνιες τοὶ πρυτανεύον- | |
| 15 | τες [μ]ῆνα Ἰοβάκχιον στεφανωσάν- |
| τω αὐτὸν τοῖς Διονυσίοις ἐν τῶι | |
| ἀγῶνι τῶν τραγωιδ{ι}ῶν {²⁶τραγωιδῶν}²⁶· ὁ δὲ κᾶρυ[ξ] | |
| ἀναγορευσάτω ὅτι ὁ δᾶμος στε- | |
| φανῶι Δαμοτέλην Καλλίππου | |
| 20 | ἀρετᾶς ἕνεκα καὶ φιλοτιμίας ἃν ἐνε- |
| δείξατο ἐς τὸν δᾶμον, ἀγορανο- | |
| μήσαντα καλῶς καὶ φιλοτίμως· τωι | |
| — — — — — — — — — — — — — — — — — |