[ ] Astypalaea
[ἐπὶ δαμιεργοῦ {²τοῦ δεῖνος}² (?) ἔδο]-
1 [ξ]ε τᾶι βουλᾶι καὶ τῶι δάμωι· Φίλ[αρχος Ἀρισ]-
[τ]ο[κλ]εῦς ἐπεστάτει, γνώμα πρυ[τανίων]·
[ἐπε]ιδὴ Ἀρκεσίλας Μο<ι>ραγένευς αἱ[ρεθεὶς]
ἀγορανόμος ἐπεμελήθη τοῦ δάμου
5 μετὰ πάσας φιλοτιμίας τῶν τε κατὰ
[τ]ὰν ἀγορὰν πάντων ἐπιμελόμενος
[ὅ]πως ὡς εὐωνότατα καὶ δικαιότατα πωλῆ-
[τ]αι, καὶ σῖτον προωνεύμενος διετέλει
τῶι δάμωι· ἐπαινέσαι τε αὐτόν, ὅτι καλὸς
10 καὶ ἀγαθὸς γεγένηται περὶ τὸν δᾶμον,
καὶ διαψαφίξασθαι κατὰ τὸν νόμον,
ἠ δοκεῖ αὐτὸν στεφανῶσαι θαλλοῦ
στεφάνωι, {κ} αἰ δέ κα δόξει, τοὶ πρυτάν<ι>ε[ς τοὶ]
[πρυτανεύοντες μῆνα Ἰοβάκχιον στεφανω]-
15 [σάντω αὐτὸν τοῖς Διονυσίοις ἐν τωι ἀγῶνι]
τῶν τραγωιδῶν, <ὁ> δὲ κᾶρυξ ἀναγορε[υ]-
[σ]άτω ὅτι ὁ δᾶμος στεφανῶι Ἀρκεσίλαν
Μοιραγένευς ἀρετᾶς ἕνεκα καὶ εὐνοί-
ας [ἃν] ἐνεδείξατο ἐς τὸν δᾶμον
20 ἀγορανομήσας καλῶς καὶ φιλοτίμως·
ἐξέστω δὲ αὐτῶι καὶ ἀνάθημα ἀναθέμε[ν]
ὅπαι κα χρήι[ζ]ηι τᾶς ἀγορᾶς ἐ[πὶ] τᾶ<ς> στοιᾶ[ς]
τᾶς παρὰ τὸ πρυτανεῖον· τὸ δὲ ψάφισμα
τόδε ἀναγράψαι ἐς τὰν φλιὰν τοῦ ἀγοραν[ο]-
25 μίου, ἄνδρα δὲ ἑλέσθαι ὅστις ἐπιμεληθη-
[σ]εῖ τᾶς ἀναγραφᾶς· τὸ δὲ ἀνάλωμα [τοὶ]
ταμίαι δόντω. ἔδοξε στεφανῶν· [ἁι]ρέθη
ἀναγράψαι Φίλαρχος Ἀριστοκλεῦς.
Search Help
Contact Us