[ ]
Ionia — Miletos — after 150 BC? — Milet I 3, 152a
| 1 | [— — — — — — — — — — — — — ἐπαίνεσαι δὲ καὶ] |
| [τὸν συνεξαποστάλεντα τῶι δικάσται γραμμάτεα] | |
| [Ἀριστόξενον ἐπὶ τᾶι κὰτ τὰν γραμματεία]ν φιλο- | |
| [π]ονία[ι καὶ στεφάν]ωσαι αὖτον θάλλωι(!) στεφάνωι· | |
| 5 | δέδοσθαι δὲ Ἀριστοξένωι καὶ πολιτείαν καὶ προξε- |
| [ν]ίαν καὶ αὔτωι καὶ ἐκγόνοισι καὶ εἴσπλουν καὶ ἔ- | |
| [κπλ]ουν καὶ πολέμου καὶ εἰρήνας ἀσύλει καὶ ἀσπόν- | |
| [δει κα]ὶ ἔφοδον ἐπὶ τὰν βόλλαν καὶ τὸν δᾶμον πρώ- | |
| [τωι μ]ετὰ τὰ ἴερα· τὰν δὲ ἀναγγελίαν τῶν στεφά- | |
| 10 | [νων π]οιήσασθαι τὸν ἀγωνοθέταν ἐν τοῖς πρώ- |
| [τοισι Δ]ιονυσίοισι τῶι ἄγωνι τῶν παίδων· στεφά- | |
| [νω]σ<θ>αι δὲ αὔτους καὶ εἰς τὸ λοῖπον ὐπὸ τῶν ἄει ἐ- | |
| [σομ]ένων ἀγωνοθέταν· κάλεισθαι δὲ αὔτους καὶ | |
| [εἰ]ς προεδρίαν ἐν πάντεσσι τοῖς ἀγώνεσσι, οἶσπερ | |
| 15 | ἀ πόλις συντελέηι· ἀπόδειξαι δὲ καὶ πρεσβεύταν, ὄστις |
| ἀφικόμενος εἰς Μίλατον τό τε ψάφισμα τόδε ἀποδώσει | |
| καὶ ἐπέλθων ἐπὶ τὰν βόλλαν καὶ τὸν δᾶμον | |
| παρακαλέσσει Μιλασίοις τάν τε συγγένειαν καὶ φιλί- | |
| αν καὶ εὔνοιαν συντηρέοντας ἐπὶ πλέον αὔξειν καὶ | |
| 20 | τὰν ἀναγόρευσιν τῶν προειρημένων στεφάνων ποιή- |
| σασθαι καὶ παρ’ ἐαύτοισι καθ’ ἔκαστον ἔτος, καὶ τὸ ψά- | |
| φισμα τοῦτο ἀναγράψαντας εἰς στάλαν λεύκωι(!) λίθω | |
| ἀναθέμεναι εἰς τὸν ἐπιφανέστατον παρ’ ἐαύτοισι τόπον. | |
| πρεσβεύτας ἀπεδείχθηι(!) Μέντωρ Μέντορος νεώ- | |
| 25 | τερος. |