[ ]
Ionia — Miletos — bef. 167 BC? — Milet I 3, 152
| A.1 | Ἐρ̣μίας Ἀρχίου εἶπεν· περὶ ὦν ἀ βόλλα προεβούλευσε(!) καὶ οἰ στρά- |
| τ̣αγοι προτίθεισι καὶ τῶν τιμώχων καὶ πρεσβυτέρων οἰ παρέον- | |
| τ̣ες ἔπηλθον· ἐπειδὴ παραγέγοναν εἰς τὰν πόλιν οἰ μεταπέμ- | |
| φθεντες ἐκ Μιλήτω δίκασται ἐπὶ ταὶς δίκαις ταὶς κὰ<τ> τὰν ἐπισυν̣- | |
| 5 | θήκαν τὰν πρὸς Ἐρεσίοις καὶ συνθήκαν, Ἀξίοχος Μόλπω, Ἀντίγο̣- |
| νος Δημητρίω, ἀνάγκαιον δέ ἐστιν καὶ σύμφερον περί τε τῶν κὰτ | |
| τὰν ἐνδαμίαν αὔτων προνοήθην καὶ περὶ ἐξαποστόλας καὶ πορη̣[ί]- | |
| ω καὶ τῶ συναποκατασστάσοντος αὔτοις, ὄπως κε οὖν περὶ τού- | |
| των βολλεύσαιτο ἀ βόλλα καὶ ὀ δᾶμος, δέδοχθαι τῶ δάμω· | |
| 10 | τοὶς μὲν στρατάγοις καὶ τοὶς ἐξετάσταις καὶ τὸν ἀντιγράφεα |
| προνοήθην περὶ τῶν κὰτ τὰν ἐνδαμίαν αὔτων· τοὶ<ς> δὲ ἐπὶ τῶ χει- | |
| ρίσμω ταμίαις δόμεναι τοῖς δικάσταις εἴς τε τὰν ἐξαποστόλαν | |
| καὶ τὸ πορήϊον, ὄπως ἀνακομίσθωσι ἀσφάλως, δράχμαις Ἀλε- | |
| ξανδρείαις ἔκατον, δεῖξαι δὲ ἐν τᾶ ἐκκλησία ἤδη καὶ τὸν συναπο- | |
| 15 | καταστάσοντα αὔτοις· ὀ δὲ πρύτανις καὶ ὀ βασίλευς καλεσσάτω̣- |
| σαν τοίς τε δικάσταις καὶ τὸν ἀγώγεα εἰς τὸ πρυτανήϊον ἐπὶ τὰν κο<ί>- | |
| ναν ἐστίαν τᾶς πόλιος. ὀ συναποκατα<στά>σων ἐδείχθη Ἐρμίας Ἀρχία. | |
| B.18 | Ἐρμίας Ἀρχία εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλλευσε καὶ οἰ στράταγοι |
| προτίθεισι καὶ τῶν τιμώχων καὶ πρεσβυτέρων οἰ παρέοντες ἔπηλ- | |
| 20 | θον· ἐπειδὴ διαδεδίκασται αἰ δίκαι αἰ κὰτ τὰν ἐπισυνθήκαν |
| τὰν πρὸς Ἐρεσίοις καὶ συνθήκαν, ἐφ’ αἲς μετεπεμψάμεθα τὸ δικασ- | |
| τήριον ἔκ τε Μιλήτω καὶ Σάμω καὶ Αἴγαν, ἀνάγκαιον δέ ἐστι καὶ σύμ̣- | |
| φερον τὰν πα<ῖ>σαν τῶν δικάσταν προσενενηνεγμένων(!) σπούδα[ν] | |
| τε καὶ φιλοτιμίαν εἰς <τὸ> τὰ ἐνεστάκοντα παρ’ ἐκατέρων ἐγκλήματα κα[ὶ] | |
| 25 | συναλλάγματα διεξάχθην ὄρθως καὶ δικαίως καὶ τὸν δᾶμον πε- |
| ρὶ αὔτων τὰν καθήκοισαν ποιήσασθαι σπούδαν, ὄππως κε οὖν περὶ τί- | |
| μαν τῶ τε δάμω τῶ Μιλασίων καὶ τῶν ἐξαποσταλέντων δικάσ- | |
| ταν βολλεύσαιτο ἀ βόλλα καὶ ὀ δᾶμος, ἀγάθα τύχα δέδοχθαι τῶ̣ | |
| δάμω· ἐπειδὴ μεταπεμπομένων ἀμμέων καὶ Ἐρεσίων δικαστήριον̣, | |
| 30 | Μιλάσιοι ἔοντες ἄμμι συγγένεες καὶ φίλοι καὶ εὔνοοι τὰν παῖσαν ἐπιμέλειαν |
| καὶ σπούδαν ποιησάμενοι ἀπέστελλαν ἄνδρας κάλοις καὶ ἀγάθοις Ἀξίοχον | |
| Μόλπω, Ἀντίγονον Δημητρίω, οἲ καὶ παραγενόμενοι ταίς τε δίκαις ἐδίκασσαν̣ | |
| ὄρθως καὶ δικαίως καὶ κὰτ τὰ συγκείμενα τοῖς δάμοις καὶ τὰν ἀναστρόφαν̣ | |
| [ἐ]ποιήσαντον(!) καὶ καθ’ ὂγ καῖρον ἐδίκαζον καὶ μετὰ τὸ ἀφέθην κάλως καὶ εὐκό[σ]- | |
| 35 | μως καὶ ἀξίως τᾶς τε ἄμμας πόλιος καὶ τῶ ἐξαποστέλλαντος αὔτοις δάμ[ω], |
| ἐπὶ δὴ τούτοις ἐπαίνησθαι μὲν τὸν δᾶμον τὸμ Μιλασίων καὶ στεφάνωσ- | |
| θαι αὖτον καθ’ ἔκαστον ἐνίαυτον τῶ μῆνος τῶ Ἀπολλωνίω τᾶ νε{ν}αμέρα {²⁶νεαμέρα}²⁶, ἐπε̣[ί] | |
| κε ὀ δᾶμος συντέλη τάν τε πανάγυριν καὶ ταὶς θυσίαις ἀναγγέλλοντος τῶ κά- | |
| [ρ]υκος, ὄτι ὀ δᾶμος στεφάνοι τὸν δᾶμον τὸν Μιλασίων ἀποστέλλοντα δ[ι]- | |
| 40 | [κ]άσταις ἄνδρας κάλοις καὶ ἀγάθοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς εἰς αὖτον |
| στεφάνωι χρυσίωι τῶι ἐννόμω. ἐπαίνησθαι δὲ καὶ τοὶς δικάσταις καὶ στεφ[ά]- | |
| νωσθαι αὔτοις ἐν τᾶι αὔται ἀμέρα διὰ βίω τῶ {ι} ἐαύτων ἀναγγέλλοντος τῶ κά- | |
| [ρ]υκος, ὄττι ὀ δᾶμος στεφάνοι Ἀξίοχον Μόλπω, Ἀντίγονον Δημητρίω Μιλασ[ί]- | |
| οις δικάσσαντας ταὶς δίκαις ταὶς κὰτ τὰ συγκείμενα πρὸς Ἐρεσίοις ὄρθως καὶ̣ | |
| 45 | δ̣ικαίως καὶ ἀκολούθως τοῖς ἐγγράφοις ἀρέτας ἔνεκα καὶ εὐνοίας καὶ δικαιο̣- |
| σύνας τᾶς εἰς αὖτον στεφάνω χρυσίω τῶι ἐννόμωι. τᾶς δὲ ἀναγγελίας τῶν̣ | |
| σ̣τεφάνων ἐπιμέλειαν ποιήσασθαι τοὶς στρατάγοις αἴει τοὶς ἐ̣νεστάκον- | |
| τ̣ας· δέδοσθαι δὲ αὔτοις καὶ ἐκγόνοις πολιτείαν παρ’ ἄμμιν μετεχόντεσσ̣[ι] | |
| π̣άντων ὦγ καὶ οἰ ἄλλοι πόλιται μετέχοισι. ὄππω[ς] δὲ καὶ Μιλάσιοι παρακο̣- | |
| 50 | λ̣ούθωσι τᾶ τῶ δάμω εὐχαριστίαι, δεῖξαι πρεσβεύτ̣αν ἐν τᾶι ἐκκλησίαι ἤδ̣[η], |
| ὄστις παραγενόμενος πρὸς Μιλασίοις παρακαλέσει αὔτοις ἔοντας ἄμ̣μ̣[ι] | |
| σ̣υγγένεας καὶ φίλοις καὶ εὐνοίοις προσδέξασθαί τε τὰ ἐψαφίσμενα με̣- | |
| τ̣’ εὐνοίας καὶ παρ̣’ ἐαύτοις ποιήσασθαι τὰν ἀναγγελίαν τῶν στεφάνων̣ [ἐπὶ] | |
| τοῖς Διονυσίοις τῶ ἄγωνι τῶ σκανίκω, ἀναγράψαντα̣ς δὲ καὶ τὸ ψάφισμα τ[οῦ]- | |
| 55 | το εἰς στάλαν λεύκω λίθω ἀναθέμεναι ἐν τόπω ὠς ἐπιφανεστάτω, καὶ ἐμφα[νί]- |
| σ̣ει αὔτοις, ὄττι ταῦτα ποιήσαντες χαρίηνται τῶι δάμω̣ι. πρεσβεύτας [ἐ]- | |
| δείχθη Ἐρμίας Ἀρχία. | |
| C.58 | Μανδρόδικος Ἀρχεσστράτω εἶπεν· περὶ ὦν ἀ βόλλα προεβόλλευσε καὶ τῶν ἀρχό[ν]- |
| των οἰ παρέοντες προτίθεισι καὶ ἔπηλθον· ἐπειδὴ διαδεδίκασται αἰ δίκαι αἰ πρὸς | |
| 60 | Μαθυμναίοις κατά <τ>ε τὰν συνθήκαν καὶ ἐπισυνθήκαν, ἐφ’ αἲς μετεπεμψάμεθα̣ |
| τοῖς ἐγ Μιλήτω δικάσταις, οἲ καὶ παραγέγοναν εἰς τὰμ πόλιν ἄμμων κατὰ τὸ κά̣- | |
| θηκον, ὄπως κε οὖν περὶ ξενίσμω αὔτων καὶ ἐξαποστόλας βολλεύσαιτο ὀ δ[ᾶ]- | |
| μος καὶ ἴνα τιμήθη καὶ στεφανώθη ὄ τε δᾶμος ὀ Μιλασίων καὶ ο[ἰ] ἐξαποστάλεντες ὐ- | |
| π’ αὔτων δίκασται, ἀποκαταστάθηεν δὲ καὶ εἰς τὰν ἰδίαν ὐπὸ τῶ ἀγώγεος Πρωτία̣ | |
| 65 | τῶ Κλεισιππίδα καὶ δοθείη τὸ εἰς τὸ̣ πόρειον, καὶ περὶ πόρω, πόρος δ’ εἴη, ὄγ κε ὀ δᾶ̣- |
| μος αἰνήση, δέδοχθαι τῶ δάμωι· ἐπειδὴ μεταπεμψαμένω δικάσταις τῶ δά- | |
| μω ἐγ Μιλάτω ἐπὶ ταὶς δίκαις ταῖς πρὸς Μαθυμναίοις ταὶς κὰτ τὰν συνθήκαν καὶ ἐπισυνθή̣- | |
| καν, Μ<ι>λάσιοι ἔοντες ἄμμι συγγένεες καὶ φίλοι καὶ εὔνοοι τὰν παῖσαν πρόνοιαν κα[ὶ] | |
| σπούδαν ποιησάμενοι ἐξαπέστελλαν δικάσταις ἄνδρας κάλοις κἀγάθοις Ἀξ[ί]- | |
| 70 | οχον Μόλπω, Ἀντίγονον Δημητρίω, οἲ καὶ παραγενόμενοι εἰς Μέσσον ταὶς μὲν ἐδ[ί]- |
| κασσαν τᾶν δίκαν ὄρθως καὶ δικαίως κατά τε τὰν συνθήκαν καὶ ἐπισυνθήκαν, τί- | |
| νας δὲ καὶ συνέλυσαν καὶ τὰν λοίπαν ἀναστρόφαν ἐποιήσαντο δικάζοντές | |
| τε καὶ μετὰ τὸ ἀφέθην εὐκόσμως καὶ ἀξίως τᾶς τε ἄμμας πόλιος καὶ τᾶς ἐαύτων | |
| π̣άτριδος, παραγενόμενοι δὲ καὶ εἰς τὰμ πόλιν ἄμμων ἐποιήσαντο τὰν παρεπι- | |
| 75 | δαμίαν, ὠς κάθηκον ἦν, μετὰ παίσας εὐκοσμίας· ἐφ’ οἷς ἐπαίνησαι μὲν τὸν δᾶμον τὸμ |
| Μ̣ιλασίων καὶ στεφάνωσθαι ἀν’ ἔκαστον ἐνίαυτον ἐπί τε τοῖς Διονυσίοισι τῶ ἄγωνι τῶν | |
| τ̣ραγώιδων καὶ ἐν τοῖς Πτολεμαέοισι καὶ Ἠρακλέοισι τοῖς ἀγώνεσσι τοῖς γυμνίκοισι ἀ- | |
| ν̣αγγέλλοντος τῶ κάρυκος, ὄττι ὀ δᾶμος στεφάνοι τὸν δᾶμον τὸμ Μιλασίων ἀποστέλ- | |
| λ̣αντα δικάσταις εἰς Μέσσον ἐπὶ ταὶς δίκαις ταὶς πρὸς Μαθυμναίοις ἄνδρας κάλοις κἀγά- | |
| 80 | θοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς εἰς αὖτον στεφάνω χρυσίωι τῶι ἐννόμω. ἐπαίνησαι δὲ |
| κ̣αὶ τοὶς δικάσταις Ἀξίοχον Μόλλπω(!), Ἀντίγονον Δημητρίω καὶ στεφάνωσθαι αὔτοις ἀν’ ἔ- | |
| κ̣αστον ἐν<ίαυτον ἔν> τε τοῖς Διονυσίοις τῶι ἄγωνι τῶν τραγώιδων καὶ ἐν τοῖς Πτολεμαέοισι καὶ Ἠρα- | |
| κ̣λέοισι τοῖς ἀγώνεσσι τοῖς γυμνίκοισι ἀναγγέλλοντος τῶ κάρυκος, ὄττι ὀ δᾶμος στεφά- | |
| [ν]οι τοὶς ἐγ Μιλάτω δικάσταις Ἀξίοχον Μόλπω, Ἀντίγονον Δημητρίω δικάσσαντας ταὶς δί- | |
| 85 | κ̣αις ὄρθως καὶ δικαίως κατὰ τὰ συγκείμενα πρὸς Μαθυμ<ν>αίοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς |
| εἰς αὖτον στεφάνω χρυσίω τῶι ἐννόμω· κάλησθαι δ’ αὔτοις καὶ εἰς προεδρίαν ἐν τοῖς ἀγώ̣- | |
| ν̣εσσι πάντεσσι, οἶς ἀ πόλις συντέλει, ἐπεί κε καὶ τοὶς ἄλλοις εὐεργέταις τοὶς τᾶς πόλιος | |
| κ̣αλέωμεν· τᾶς δὲ ἀναγγελίας τῶν στεφάνων ἐπιμέλεισθαι ἐμ μὲν τοῖς Διονυσίοισι τὸγ χο- | |
| [ρ]οστάταν, ἐν δὲ τοῖς Πτολεμαέοισι καὶ Ἠρακλέοισι τὸν γυμνασίαρχον. ἔμμεναι δὲ αὔτοις | |
| 90 | καὶ πολίταις τᾶς ἄμμας πόλιος καὶ προξένοις καὶ <τοὶς> ἐκγόνοις αὔτων καὶ δέδοσθαι αὔτοις [ἔ]- |
| φοδον ἐπί τε βόλλαν καὶ δᾶμον μετὰ τὰ ἴερα πρώτοισι καὶ εἴσπλουν καὶ ἔκπλουν̣ | |
| κ̣αὶ ἐμ πολέμωι καὶ ἐν εἰράναι {ασυλει} ἀσύλι καὶ ἀσπόνδι καὶ δίκαις προ{σ}δίκοις {²⁶προδίκοις}²⁶. τοὶς δὲ | |
| ἐ̣ξετάστα̣ις ἀνάγραψαι τὰ ὀνόματα αὔτων πάτροθεν καὶ τᾶς πόλιος εἰς στάλαν, ὄ- | |
| ποι καὶ οἰ ἄλλοι πρόξενοι καὶ εὐέργεται τᾶς πόλιος ἀναγέγραπται· ὀ δὲ δικαστάγωγος | |
| 95 | <Π>ρωτίας ἀποκαταστασάτω αὔτοις εἰς τὰν ἰδίαν καὶ ἀνάδοις τὸ ψάφισμα καὶ ἐ- |
| πέλθων {ἐπέλθων} ἐπ’ ἐκλησίαν παρακαλήτω Μιλασίοις ἔοντας ἄμμι συγγένεας καὶ φί- | |
| λ̣οις καὶ εὐνόοις ἀποδέξασθαί τε τὰ τίμια μετὰ παίσας εὐνοίας καὶ τὰν ἀ̣ν̣αγγελίαν τῶν | |
| στεφάνων ποίησθαι καὶ παρ’ ἐαύτοις κατ’ ἔκαστον ἐνίαυτον ἐν τοῖς Διονυσίοισι, καὶ ἴνα ἀνά- | |
| γραφεν τὸ ψάφισμα εἰς στάλαν λεύκω λίθω ἀνατίθη εἰς τὸν ἐπιφανέστατον τόπον τᾶς̣ | |
| 100 | πόλιος· ὀ δὲ πρύτανις καὶ οἰ βασίλεις καλεσσάτωσαν τοὶς δικάσταις καὶ τὸν δικαστάγω- |
| γ̣ον εἰς τὸ προτανήιον ἐπὶ τὰν κοίναν ἐστίαν τᾶς πόλιος, τὸ δ’ εἰς τὰν κλῆσιν δότω ὀ | |
| τ̣αμίας κατὰ τὰν κατάταξιν, δότω δὲ ὀ ταμίας καὶ εἰς ἀποστόλαν ἐκατέρω τῶν δικάσ- | |
| ταν Ἀλεξανδρήαις δράχμαις πεντήκοντα καὶ ξένια ὄσα τοῖς προξένοισι τὰ ἐν νό- | |
| μωι διακείμενα. δότω δὲ καὶ τῶ ἀποκαταστάσοντι τοὶς δικάσταις εἰς πόρειον Ἀ- | |
| 105 | [λ]εξανδρήαις δράχμαις τριάκοντα τρεῖς δύ’ ὀβόλοις ἀπὸ τῶ ἔοντος ἀργυρίω̣ καὶ |
| [με]θόδια κατὰ τὰν κατάτα̣[ξιν, κ]ατότι ὀ δᾶμος ἐχειροτόνησε. |