[ ]
Ionia — Magnesia on the Maeander — ca. 199 BC — IMagnesia 52
1 | ἔγνω ὀ δᾶμος· π̣[ερὶ ὦν οἰ στράταγοι προ]- |
{ε}τίθει̣σ[ι {²⁶[προ]τίθει̣σ[ι]}²⁶ καὶ ἔπηλθον· ἐπειδὴ ὀ δᾶμος] | |
ὀ Μα[γ]νήτ[ων — — — — — — — — — — — — —] | |
ωπ․․․, Διονύσιο[ς Ε]ὐ[— — — — — — — — —] | |
5 | τω Ἀγ[— — — — — — ψάφισμα] ἀπέδωκ[αν ἐν ὦι ἐμφα]- |
νίζοισι ὄ[τ<τ>ι γνόν]τ̣ες χρῆσαι ἐαύτοισ[ι τὸν θέον] | |
τὸν ἐν Δέλφοισι λώϊον καὶ ἄμεινο[ν ἔμμε]- | |
ναι σεβομένοις Ἄρτεμιν Λευκοφρυάνα[ν] | |
καὶ νομισσάντεσσι τάν τε πόλιν καὶ τὰν χ[ώ]- | |
10 | ραν ἴραν καὶ ἄσυλον ἔμμεναι, ἐψαφίσμενοί |
ἐντι συντελείην τᾶ ἀρχαγέτιδι τᾶς πόλιος | |
αὔτων Ἀρτέμιδι Λευκοφρυάνα διὰ πέντε ἐ- | |
τέων θυσίαν καὶ πανάγυριν καὶ ἐκεχειρίαν κα[ὶ] | |
ἄγωνα στεφανίταν ἰσοπύθιον μούσικον καὶ | |
15 | γύμνικον καὶ ἴππικον, δικαίαν ἀποδίδοντες |
χάριν τᾶ εὐεργέτιδι, καὶ παρακαλείοισι τὸν δᾶ- | |
μον φίλον ἔοντα καὶ συγγένηα μετέχην τᾶν | |
θυσίαν καὶ τᾶς παναγύριος καὶ τᾶν ἐκεχει- | |
ρί[αν], διελέχθησαν δὲ καὶ οἰ πρέσβευται ἀκο- | |
20 | λ[ού]θως τοῖς ἐν τῶι ψαφίσματι γεγραμμένο[ισι] |
τᾶς [φι]λοτιμίας οὖδεν ἐλλείποντες· ὄπως οὖν | |
[ὀ δᾶ]μος φαίνηται ἐμ πάντι καίρωι τάν τε πρ[ὸς] | |
[το]ὶς θέοις εὐσέβειαν αὔξων καὶ τὰν πρὸς Μ[ά]- | |
[γ]νητας συγγένειαν καὶ φιλίαν διατηρ[έ]ων, | |
25 | [Ἀ]γ[ά]θα Τύχα δέδοχθαι τῶι δάμωι, ἐπαίνε- |
[σ]αι [μ]ὲν Μάγνητας ἐπὶ τᾶ εὐσε[β]είαι τᾶ πρὸς | |
τὸ θ[ε]ῖον καὶ ἐπὶ τᾶι εὐνοίαι τᾶι πρὸς τὰν πόλι[ν], | |
δέχεσθαι δὲ παρ’ αὔτων ταίς τε θυσίας καὶ | |
τὸν ἄγωνα ἰσοπύθιον, ἔμμεναι δὲ καὶ τὰν πό- | |
30 | λιν καὶ τὰν χώραν ἴραν καὶ ἄσυλον, καθά- |
περ Μάγνητες ἀξίοισι, δίδωσθαι δὲ καὶ | |
τοῖς ἐπαγγελλόντεσσι θεώροισι πὰρ Μαγν[ή]- | |
των εἴς τε ἐνάρχαν καὶ ἐφέστιον κ[αὶ] ξένια, | |
[ὄ]σα καὶ τοῖς τὰ Πύθια ἐπαγγελλόν[τ]εσσι [ἐν] | |
35 | [ν]όμω γέγραπται, καὶ ἐπεί κε καθήκη̣ ὀ ἄγω[ν] |
[κ]αὶ ἐπαγγέλλωσι οἰ θέωροι οἰ παρὰ Μαγνή- | |
[τ]ων, χειροτονήτω ὀ δᾶμος τῶ μῆννο[ς] τῶ | |
[Τε]ρφειωι(!) τᾶ ὀκτωκαιδεκάτα θεώροις δ[ύο ἐξ] | |
[ἀ]πάντων τᾶν(!) πολίταν, δόμεναι δὲ καὶ ὄδ[ι]- | |
40 | [ον] τοῖς πρεσβεύταισι τὰ ἐν νόμωι διακό[σια]. |
[κ]ατὰ τὰ αὐτὰ δὲ ἐψηφίσαν[το]· | |
[Μη]θυμναῖοι, Ἀντισσαῖοι. |