[ ]
Ionia — Erythrai — bef. 167 BC — IK Erythr.122
| 1 | ἔγνω δᾶμος· περὶ ὦν ἀ βόλλα προεβόλλευσε καὶ Πολυδεύκης Μέ- |
| γωνος ὀ τετάγμενος στράταγος ἐπὶ πάντων καὶ Αἰσχύλης ὀ Θεμιστίω | |
| ὀ ἀντιγράφευς ἐπὶ τὸν δᾶμον ἦλθον, περὶ τῶ δάμω τῶι(!) Ἐρυθραίων, ὤς | |
| κε ἐπαινεθείη καὶ στεφανωθείη ἐν τοῖς Διονυσίοις χρυσίωι στε- | |
| 5 | φάνωι, καὶ περὶ τῶν δικάσταν Ἐκαταίω Δημητρίω, Διοδότω Κλε- |
| ωνυμείω, ὤς κε ἐπαινέθειεν καὶ στεφανώθειεν ἐν τοῖς Διονυ- | |
| σίοισι χρυσίω στεφάνωι καὶ ὤς <κ>ε ξενίσθειεν ἐν τῶι πρυτ[α]- | |
| νείωι, καὶ περὶ προξενίας καὶ πολιτ<εί>ας, ἴνα ποιήσωνται οἰ | |
| στράταγοι ἔφοδον ὐπὲρ αὔτων ἐν τοῖς χρόνοις τοῖς ἐκ τῶ νό- | |
| 10 | μω, καὶ περὶ τῶ γραμμάτεος αὔτων Θεοπόμπω Ἀπολλοδότ[ω], |
| ὤς κε ἐπαινεθείη καὶ στεφανωθείη ἐν τοῖς Διονυσίοισι χρυ- | |
| σίω στεφάνωι καὶ ξενισθείη ἐν τῶι πρυτανήω, <καὶ> περὶ τῶ δι- | |
| κασταγώγω Ἀγεμάχω Ἀγ{γ}ελ<α>είω {²⁶Ἀγελ<α>είω}²⁶, ὤς κε ἐπαινεθείη | |
| καὶ στεφανωθεί<η> ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνω κα[ὶ] | |
| 15 | εἰς τὸ πρυτανήιον κληθείη μετὰ τῶν δικάσταν, ἀγάθαι τύ- |
| χαι δέδοχθαι τῶι δάμωι· ἐπειδὴ Ἐρύθραιοι συγγένεις καὶ | |
| φίλοι ἔοντες τᾶς πόλιος θέλοντες ἀπόδειξιν ποιήσασθαι | |
| τᾶς εὐνοίας ἆς ἔχοισι πρὸς τὸν δᾶμον, ἔν τε τοῖς ἄλλοις | |
| τοῖς συμφερόντεσσι τᾶ πόλει προνόηνται, καθ’ ὄ κε δύνα- | |
| 20 | τοι ἔωσι, καὶ περὶ τῶ μεταπέμπτω δικαστηρίωι(!) ἐμβλέ- |
| ποντες εἰς τὰν σπούδαν, ἂμ ποίη ὀ δᾶμος, ἐφιλοτιμή- | |
| θησαν καὶ ἀπέστελλαν δικάσταις κάλοις καὶ ἀγά- | |
| θοις, οἴ τε παραγενόμενοι τὰν προσήκοισαν πρόνοιαν | |
| ἐποιήσαντο περὶ τᾶν δίκαν καὶ ἐφρόντισαν, ἴνα οἰ μὲν συλ- | |
| 25 | λύθωσι τὰ πρὸς ἀλλήλοις, οἰ δὲ διακρινόμενοι τύχωσι |
| τῶν δικαίων, τάν τε παρεπιδαμίαν ἐποιήσαντο ἀρμο- | |
| ζόντως· ὄπως οὖν καὶ ὀ δᾶμος φάνερος ἦι εὐχαρίστως | |
| συνάνταις ἐκάστοισι καὶ μνᾶν ποιήμενος τῶν τε ἐξαπο- | |
| [σ]τελλάντων καὶ τῶν δικάσταν τῶν ἐπιμελέως καὶ δικα[ί]- | |
| 30 | ως προστάντων τᾶν δίκαν καὶ ἀξίως τῶν τε ἀποστελλάν- |
| των καὶ τᾶς τῶ δάμω αἰρέσιος, ἐπαίνησαι τὸν δᾶμον τὸν | |
| Ἐρυθραίων ἐπὶ τᾶι εὐνοίαι ἆι ἔχει πρὸς τὰμ πόλιν καὶ ἐπὶ τῶι ἀπό- | |
| στελλαι δικάσταις κάλοις καὶ ἀγάθοις καὶ στεφάνωσαι ἐν τοῖς | |
| Διονυσίοισι χρυσίω στεφάνω, ἐπαίνεσαι δὲ καὶ τοὶς δικάσταις Ἐκά- | |
| 35 | ταιον καὶ Διόδοτον ἐπὶ τῶ πρόσταν τῶν κὰτ ταὶς δίκαις ἴσως |
| καὶ δικαίως καὶ στεφάνωσαι ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνω, | |
| εἰσαγήσασθαι δὲ περὶ αὔτων ἐν τοῖς χρόνοις τοῖς ἐκ τῶ νόμω | |
| καὶ τοὶς στρατάγοις, ὄπως ὐπάρξηι αὔτοισι προξενία καὶ πολιτεί- | |
| α, ἐπαίνεσαι δὲ καὶ τὸγ γραμμάτεα Θεόπομπον ἐπὶ τῶι πραγματε[ύ]- | |
| 40 | θην ἄϊ φιλοτίμως καὶ ἀξίως ἀμφοτέρων τᾶμ πολίων καὶ στεφά- |
| νωσαι αὖτον ἐν τοῖς Διονυσίοισι χρυσίω στεφάνω, ἐπαίνεσαι δὲ κα[ὶ] | |
| τὸν δικαστάγωγον Ἀγέμαχον ἐπὶ τῶι φιλοτίμως ἐπιδόμεναι | |
| ἔαυτον καὶ πρόσταν τῶν κὰτ τοὶς δικάσταις, ἴνα ἔκαστα διεξα- | |
| χθέωσι δικαίως καὶ συμφερόντως, καὶ στεφάνωσαι ἐν τοῖς Δ[ιονυ]- | |
| 45 | σίοισι χρυσίω στεφάνω· τᾶς δὲ ἀναγγελίας τῶν στεφάνω[ν, ὤς κε γέ]- |
| νηται, ἐπιμελήθην τοὶ̣ς βασίλεας καὶ πρυτάνεις, κάλεσαι δὲ ἐπ[ὶ ξένια] | |
| τοὶς δικάσταις καὶ τὸγ γραμμάτεα ε<ἰς> τὸ πρυτανήιον ἐπὶ τὰγ κοίναν ἐστ[ί]- | |
| αν, κάλεσαι δὲ μετ’ αὔτων εἰς τὸ πρυτανήιον καὶ τὸν δικαστάγωγον· | |
| χειροτόνησαι δὲ καὶ πρεσβεύταν ἐκ πάντων τῶμ πολίταν, τὸν δὲ ἀγρέ- | |
| 50 | θεντα τό τε ψάφισμα ἀνένεγκαι πρὸς Ἐρυθραίοις καὶ ἐμφανίσαντα {ς} |
| περὶ τᾶς εὐνοίας, ἆς ἔχει ὀ δᾶμος πρὸς αὔτοις καὶ τὰ ὠικονομήμενα | |
| ὐπὸ τῶν δικάσταν, παρακάλην αὔτοις ἐπίμελες ποιήσασθαι, ὄπως ο[ἴ] | |
| τε στέφανοι ἀναγορευθέωσι καὶ παρ’ ἐαύτοις καὶ τὸ ἀντίγραφον τῶ ψη- | |
| φίσματος ἀναγράφη ἐς στάλλαν καὶ ἀνατέθη ὠς ἐν ἐπιφανεστάτω τό- | |
| 55 | πω, καὶ ἐμφανίζην, ὄττι ταῦτα ποιήσαντες χαρίσσονται τῶι δάμω. |
| πρεσβεύτας Πυθοφάης Ἰερογένειος. | |
| corona 1.57 | τὸν δῆμον |
| τὸν Ἐρυθραίων. | |
| corona 2.57 | Ἑκαταῖον |
| Δημητρίου. | |
| corona 3.57 | Διόδοτον |
| Κλεωνύμου. | |
| corona 4.59 | Θεύπομπον |
| 60 | Ἀπολλοδότου. |
| corona 5.59 | Ἀγέμαχον |
| 60 | Ἀγελάου. |