[ ]
Lesbos — Eresos — 2nd c. BC
[— — — — — — — — — — — — — —] | |
1 | [— — — —]ς̣ εἰστείχη̣ν̣ εὐσέβεας |
vac. ἀπὸ μὲν κάδεος ἰδίω | |
[περιμένν]αντας ἀμέραις εἴκοσι. ἀπὸ δὲ | |
[․․7-8․․․]ω ἀμέραις τρεῖς λοεσσάμενον· | |
5 | [ἀπὸ δὲ ․․․]άτω v ἀμέραις δέκα· v αὔταν δὲ |
[τὰν τετό]κοισαν ἀμέραις τεσσαράκοντα· | |
[ἀπὸ δὲ ․․․]τω ἀμέραις τρεῖς· v αὔταν δὲ τ[ὰν] | |
[τε]τόκοισαν v ἀμέραις δέκα· | |
[ἀπὸ δὲ γ]ύναικος αὐτάμερον λοεσσάμενον· | |
10 | [․․6․․․] δὲ μὴ εἰστείχην v μηδὲ προδόταις. |
[μὴ εἰσ]τείχην δὲ μηδὲ γάλλοις v μηδὲ | |
[γύ]ναικες γαλλάζην ἐν τῶ τεμένει· | |
[μ]ὴ εἰσφέρην δὲ μηδὲ ὄπλα πολεμιστήρι[α] | |
μ̣ηδὲ θνασίδιον· | |
15 | [μη]δὲ εἰς τὸν ναῦον εἰσφέρην v σίδαρον |
μηδὲ χάλκον πλὰν νομίσματος | |
μηδὲ ὐπόδεσιν μηδὲ ἄλλο δέρμα | |
μῆδεν. vv μὴ εἰστείχην δὲ μηδὲ γ̣ύ[ναικ]α | |
εἰς τὸν ναῦον v πλὰν τᾶς ἰρέας | |
20 | καὶ τᾶς προφήτιδος. |
[μὴ πο]τίζην δὲ μηδὲ κτήνεα μηδὲ βοσκήματα | |
ἐν τῶ τεμένει. |