[ ]
Lesbos — Eresos — 2nd c. BC
| [— — — — — — — — — — — — — —] | |
| 1 | [— — — —]ς̣ εἰστείχη̣ν̣ εὐσέβεας |
| vac. ἀπὸ μὲν κάδεος ἰδίω | |
| [περιμένν]αντας ἀμέραις εἴκοσι. ἀπὸ δὲ | |
| [․․7-8․․․]ω ἀμέραις τρεῖς λοεσσάμενον· | |
| 5 | [ἀπὸ δὲ ․․․]άτω v ἀμέραις δέκα· v αὔταν δὲ |
| [τὰν τετό]κοισαν ἀμέραις τεσσαράκοντα· | |
| [ἀπὸ δὲ ․․․]τω ἀμέραις τρεῖς· v αὔταν δὲ τ[ὰν] | |
| [τε]τόκοισαν v ἀμέραις δέκα· | |
| [ἀπὸ δὲ γ]ύναικος αὐτάμερον λοεσσάμενον· | |
| 10 | [․․6․․․] δὲ μὴ εἰστείχην v μηδὲ προδόταις. |
| [μὴ εἰσ]τείχην δὲ μηδὲ γάλλοις v μηδὲ | |
| [γύ]ναικες γαλλάζην ἐν τῶ τεμένει· | |
| [μ]ὴ εἰσφέρην δὲ μηδὲ ὄπλα πολεμιστήρι[α] | |
| μ̣ηδὲ θνασίδιον· | |
| 15 | [μη]δὲ εἰς τὸν ναῦον εἰσφέρην v σίδαρον |
| μηδὲ χάλκον πλὰν νομίσματος | |
| μηδὲ ὐπόδεσιν μηδὲ ἄλλο δέρμα | |
| μῆδεν. vv μὴ εἰστείχην δὲ μηδὲ γ̣ύ[ναικ]α | |
| εἰς τὸν ναῦον v πλὰν τᾶς ἰρέας | |
| 20 | καὶ τᾶς προφήτιδος. |
| [μὴ πο]τίζην δὲ μηδὲ κτήνεα μηδὲ βοσκήματα | |
| ἐν τῶ τεμένει. |